§18.72ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· §18.73ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει, §18.74οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.
有人看着身旁的人,这样说道: “哎呀,很快伊罗斯就要变成‘非伊罗斯’,尝到自招的恶果了,瞧那老头从破衣烂衫中露出了何等壮硕的大腿。
§18.75ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.
” 他们这样说着,而伊罗斯的心中却充满了极度的恐惧和不安。
尽管如此,仆人们还是强行给他束好腰带,把他拉了过去,他害怕极了,全身的肌肉都在四肢上瑟瑟发抖。
§18.78Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· §18.79νῦν μὲν μήτʼ εἴης, βουγάϊε, μήτε γένοιο, §18.80εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς, §18.81ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.
安提诺乌斯斥责他,开腔说道: “吹牛的懦夫啊,现在你干脆别活了,或者当初就不该出生,如果你真的对这个人生出如此战栗,害怕到这种地步,他只是一个饱受折磨的老头,正承受着向他袭来的痛苦。
§18.82ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· §18.83αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται, §18.84πέμψω σʼ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ, §18.85εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων, §18.86ὅς κʼ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ, §18.87μήδεά τʼ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.
但我要对你把话说清,而且这一定会成为事实:要是这家伙打败了你,证明比你更强,我就把你扔进一艘黑船,送到大陆上去,送到专爱残害凡人的国王埃克托斯那里,他会用无情的青铜削掉你的鼻子和耳朵,还要扯下你的阳具,扔给狗群去生吞活剥。
§18.88ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα.
” 他这样说,而伊罗斯的四肢更加剧烈地战栗起来。
§18.89ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον.
他们把两人拉到中间,两人便都举起了双手。
§18.90δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς §18.91ἢ ἐλάσειʼ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα, §18.92ἦέ μιν ἦκʼ ἐλάσειε τανύσσειέν τʼ ἐπὶ γαίῃ.
就在那时,历经磨难、神圣的奥德修斯思忖着,是该狠狠一击,让他倒在地上登时毙命,还是轻轻打他一下,让他横躺在地上。
§18.93ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, §18.94ἦκʼ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατʼ Ἀχαιοί.
在他如此思量时,觉得这样更为有利:那就是轻轻打击,免得阿开亚人看穿他的身份。
§18.95δὴ τότʼ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον §18.96Ἶρος, ὁ δʼ αὐχένʼ ἔλασσεν ὑπʼ οὔατος, ὀστέα δʼ εἴσω
两人随即摆开架势,伊罗斯一拳击中了他的右肩,而奥德修斯则击中了他耳下的颈部,打碎了里面的骨头。
§18.97ἔθλασεν· αὐτίκα δʼ ἦλθε κατὰ στόμα φοίνιον αἷμα, §18.98κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, σὺν δʼ ἤλασʼ ὀδόντας §18.99λακτίζων ποσὶ γαῖαν·
登时,殷红的鲜血从他口中喷涌而出,他发出一声惨叫,倒在尘土里,咬紧牙关,双脚乱蹬着地面。
ἀτὰρ μνηστῆρες ἀγαυοὶ §18.100χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον.
而那些高傲的求婚者们,举起双手,简直要笑断了气。
αὐτὰρ Ὀδυσσεὺς §18.101ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρʼ ἵκετʼ αὐλήν, §18.102αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆς §18.103εἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί, §18.104καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §18.105ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τʼ ἀπερύκων, §18.106μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι §18.107λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.
然而奥德修斯抓起他的脚,拉着他穿过门廊,直到来到庭院和回廊的门口;他把他靠在庭院的围墙上坐好,把一根手杖塞进他的手里,接着开口对他吐出有翼飞翔的话语: “现在你就坐在这儿吧,去驱赶猪和狗,莫要再充当异乡人和乞丐的头领,你这个卑微的家伙,免得你招来更大的灾祸。
” 他说着,把那只破烂不堪、缀满破洞的口袋挂在肩上,上面系着一条拧成的背带。
§18.110ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο·
随后他回到门槛上坐下。
τοὶ δʼ ἴσαν εἴσω §18.111ἡδὺ γελώοντες καὶ δεικανόωντʼ ἐπέεσσι· §18.112Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι, §18.113ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ, §18.114ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας §18.115ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε §18.116εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.
而那些人则走回大殿,欢快地笑着,用言语向他致意道: “外乡人啊,愿宙斯和其他永生的神明赐予你,你最渴望、最合你心意的东西,因为你让这个贪得无厌的家伙无法再在乡间乞讨;我们很快就会把他带到大陆,送到专爱残害凡人的国王埃克托斯那里。
§18.117ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.
” 他们这样说,而神圣的奥德修斯暗自为这预兆而高兴。
§18.118Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν, §18.119ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ §18.120ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας §18.121καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε· §18.122χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω §18.123ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
于是安提诺乌斯在他身旁放了一个大肚子,里面灌满了油脂和鲜血;而安菲诺莫斯从篮子里拿起两个面包放在他面前,用金杯向他敬酒致意,并说道: “祝你健康,异乡的老人家,愿你将来获得福运;尽管你现在正饱受许多苦难的折磨。
§18.124τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §18.125Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι· §18.126τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον, §18.127Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε·
” 足智多谋的奥德修斯回答他,说道: “安菲诺莫斯,你看起来确实是个聪明通达的人;因为你的父亲名声极好,我曾听闻他的大名,杜利基翁的尼索斯,他既勇敢又富有。
§18.128τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας.
人们说你是他的儿子,你看上去也像个通情达理的人。
§18.129τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· §18.130οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο, §18.131πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.
因此我要对你说,你且记在心里,听我的话:在大地所养育的一切之中,没有比人类更脆弱的了,在地上一切呼吸和蠕动的生物中。
§18.132οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω, §18.133ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ·
因为人类总以为自己未来绝不会遭受苦难,只要诸神还赐予他兴旺、他的双膝还灵便。
可一旦福乐的神明降下灾祸,他便只能硬着头皮,以隐忍的心去承受。
因为凡人的心思,正如诸神与人类之父每日带给他们的光景。