Humanitext Reader

荷马 · 奥德赛 §18.140-18.212

阿姆菲诺摩斯的命运与佩涅洛佩的美化

第 129 段,共 173 段 · 希腊语

内容简介

奥德修斯警告阿姆菲诺摩斯主人即将归来并带来毁灭,但后者仍无法逃脱死亡的命运。与此同时,雅典娜使佩涅洛佩在睡梦中变得更加美丽,促使她出现在求婚者面前并令他们倾倒。

§18.140πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.
倚仗着我的父亲和我的兄弟们。
§18.141τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη, §18.142ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.
因此,愿任何人都绝不要完全沦为无法无天之徒,而是应当默默地接受诸神所赐予的一切礼物。
§18.143οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας, §18.144κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν §18.145ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης §18.146δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν.
正如我看见这些求婚者们正在策划无耻的行径,侵吞着财产,侮辱着妻房,而那个男人的主人,我敢说他绝不会再长期远离他的朋友们和祖国的土地;事实上他已迫在眉睫。
ἀλλά σε δαίμων §18.147οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ, §18.148ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·
然而,愿神明暗中将你带回家去,免得当他回到亲爱的祖国土地时,你会与他迎面相遇;当他回到亲爱的祖国土地时。
§18.149οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω §18.150μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.
因为我预料,一旦他走入这屋顶之下,求婚者们与他之间绝不可能不流血便见分晓。 求婚者们与他,当他进入这屋顶之下。
§18.151ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον, §18.152ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.
他这样说着,酹酒祭神,随后饮下了甘甜如蜜的美酒,又将金杯放回那群民众领袖的手中。
§18.153αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ, §18.154νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός.
而那人则怀着忧伤的心情穿过大殿,一路上低头叹息;因为他的灵魂已预感到了灾难。
§18.155ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη §18.156Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.
然而即或如此,他也未能逃脱死劫;因为雅典娜也将他束缚住,使其注定要丧生于特勒马科斯的手中与锋利的矛下。
§18.157ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
随后,他又坐回了他先前起身的那个宝座上。
§18.158τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη, §18.159κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ, §18.160μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα §18.161θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο §18.162μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.
这时,那闪亮眼眸的女神雅典娜,在心中激发了念头,促使伊卡里奥斯的女儿、聪慧的佩涅洛佩,展现在求婚者们面前,以便极大地打动求婚者们的心弦,并且使她相比以往,在丈夫和儿子面前显得更加尊贵。 相比以往。
§18.163ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· §18.164Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε, §18.165μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·
她无缘无故地笑了起来,对身边的人开口呼唤: “欧律诺墨啊,我的心渴望着——这在以前是从未有过的—— 出现在那些求婚者面前,即便他们是如此令人厌恶。
§18.166παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη, §18.167μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν, §18.168οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.
我还要对我的儿子说一句话,这或许对他大有裨益,劝他不要总是与那些傲慢的求婚者混在一起,他们嘴上说得好听,背后却包藏着祸心。
§18.169τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν· §18.170ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.
” 于是女管家欧律诺墨回答她说: “的确,我的孩子,你所说的这一切都合乎情理。
§18.171ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε, §18.172χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς· §18.173μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα §18.174ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.
但去吧,对你的儿子把话说明,不要隐瞒,只是要先洗净身体,在脸上涂抹香脂;不要就这样满脸泪痕地走出去,因为无休无止地哀恸哭泣,处境只会更糟。
§18.175ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα §18.176ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.
况且,你的儿子已经长到这般年纪,你曾最向神明祈祷能亲眼看见他长出胡须的时候。
§18.177τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· §18.178Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ, §18.179χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ· §18.180ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν, §18.181ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.
” 贤明的佩涅洛佩再次回答她道: “欧律诺墨啊,即使你关怀我,也请不要劝我做这些,劝我洗涤身体、涂抹脂粉;因为自从那个人乘着中空的战船离去之日起,掌管奥林匹斯的诸神就已经毁灭了我的美丽。
§18.182ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι §18.183ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν· §18.184οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.
不过,请去吩咐奥托诺厄和希波达梅亚过来,好让她们在大殿里侍立在我的身旁;我不愿独自走到男人们中间去,因为那实在令人羞惭。
§18.185ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει §18.186ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
” 她这样说着,老妇人便穿过大殿走了出去,去给侍女们传话,督促她们赶快过来。
§18.187ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη· §18.188κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν, §18.189εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα §18.190αὐτοῦ ἐνὶ κλιντῆρι·
这时,那闪亮眼眸的女神雅典娜又有了另一个主意:她让甘甜的睡意降临在伊卡里奥斯之女的身上,她斜靠着睡着了,她身上所有的关节都松弛了下来,就在她的榻上。
τέως δʼ ἄρα δῖα θεάων §18.191ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.
与此同时,这位众神中高贵的女神,赋予了她不朽的天赐,好让阿开亚人对她惊叹仰慕。
§18.192κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν §18.193ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια §18.194χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα· §18.195καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι, §18.196λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.
首先,她用不朽的华美洁净了她那娇美的容颜,正如那戴着美丽花冠的塞瑟利亚,当她前往美惠三女神那令人神往的舞会时涂抹香脂一般;她还让她显得更高挑,体态更丰腴,并且使她的肌肤比新切开的象牙还要白皙。
§18.197ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων, §18.198ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο §18.199φθόγγῳ ἐπερχόμεναι·
做完这些后,这位众神中高贵的女神便离去了,那些白臂的侍女们从大殿里走了出来,带着渐行渐近的声音。
τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε, §18.200καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε· §18.201ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ ἐκάλυψεν.
这时,甘甜的睡意离开了她,她用手揩了揩双颊,开口说道: “唉,真是一场无比温柔的睡眠笼罩了我这饱受磨难的人。
§18.202αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ §18.203αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν §18.204αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο §18.205παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.
愿那贞洁的阿尔忒弥斯立刻赐予我这样温柔的死亡,就在此时此刻,好让我不再心怀哀恸、虚度余生,苦苦思念我那亲爱丈夫的种种美德,因为他在阿开亚人中是如此出类拔萃。 ” 因为他在阿开亚人中是如此出类拔萃。
§18.206ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα, §18.207οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
她这样说着,便从那光亮的上层居室走了下来,并非独自一人,两位侍女紧随在她的身后。
§18.208ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, §18.209στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, §18.210ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα· §18.211ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
当这位众女中高贵的王后走到求婚者们面前时,她伫立在那建造坚固的大殿柱子旁,用那亮丽的面纱遮住自己的双颊;左右各有两位忠实的侍女侍立两旁。
§18.212τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν,
刹那间,他们的双膝瘫软,心灵被爱欲所蛊惑,

词汇与语法注释

  1. 18.141τῷ — 指示代词中性单数与格,用作副词,表示“因此”或“所以”,承接上文。其后的 εἴη 是表示祝愿或劝诫的祈愿语气(optative of wish)。
  2. 18.156δαμῆναι — 动词 δάμνημι 的不定过去时被动不定式,在主动词 πέδησε(束缚、限制)之后用作表示目的或结果的不定式,意为“以致于被……征服”。
  3. 18.195ἰδέσθαι — 动词 ὁράω 的不定过去时中动(具被动意)不定式,用作限定说明(respect)的不定式,修饰比较级形容词 μακροτέρην 和 πάσσονα,意为“在外观上”或“看起来”。

引用这一段

荷马, 奥德赛 §18.140-18.212. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:18.140-18.212

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。