§18.1ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ §18.2πτωχεύεσκʼ Ἰθάκης, μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃ §18.3ἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲς §18.4οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.
此时来了一个在城里乞讨的公共乞丐,他经常在伊萨卡的城中乞讨,并因其贪婪的胃口、没完没了地大吃大喝而声名远扬;他既无气力也无强健的体魄,虽然看他的身材确实非常魁梧。
§18.5Ἀρναῖος δʼ ὄνομʼ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ §18.6ἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες, §18.7οὕνεκʼ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι·
阿尔奈奥斯是他的名字;因为他那尊贵的母亲自他出生起就给他取了这个名字;但所有的年轻人却都叫他伊罗斯,因为每当有人派他去时,他总是跑腿传送消息。
§18.8ὅς ῥʼ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο, §18.9καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα· §18.10εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ.
他一走上前来,就企图把奥德修斯从他自己的大殿中赶走,并且辱骂着他,对他吐出有翼飞翔的话语: “老头子,快从门廊让开,免得很快你就被揪着脚拖走。
难道你没看见他们所有人都在向我挤眉弄眼,示意我把你拖出去吗?
ἐγὼ δʼ αἰσχύνομαι ἔμπης.
可我毕竟还觉得不好意思。
§18.13ἀλλʼ ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.
快站起来,免得咱们俩很快就得用拳头来解决争端。
§18.14τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· §18.15δαιμόνιʼ, οὔτε τί σε ῥέζω κακὸν οὔτʼ ἀγορεύω, §18.16οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλʼ ἀνελόντα.
” 智谋超群的奥德修斯怒目而视,对他说: “怪人,我既没有对你作恶,也没有对你口出恶言,也不嫉妒别人拿走并给你丰厚的赏赐。
§18.17οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ §18.18ἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτης §18.19ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.
这门槛足够容纳我们两个人,你没必要嫉妒他人的财物;在我看来,你也是个流浪汉,就像我一样,而财富是诸神所赐予的。
§18.20χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς, §18.21μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω §18.22αἵματος· ἡσυχίη δʼ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτʼ εἴη §18.23αὔριον· οὐ μὲν γάρ τί σʼ ὑποστρέψεσθαι ὀΐω §18.24δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
但不要过分用拳头挑衅我,免得惹怒了我,免得我虽是个老人,却把你的胸口和双唇染满鲜血;这样的话,我的日子只会更加清静,就在明天;因为我认为你绝不会第二次回到拉埃尔特斯之子奥德修斯的大殿。
§18.25τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης· §18.26ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει, §18.27γρηῒ καμινοῖ ἶσος·
” 见此,流浪汉伊罗斯勃然大怒地对他说: “天哪,瞧这贪吃的家伙口若悬河地说着话,活像个守着炉子的老婆子!
ὃν ἂν κακὰ μητισαίμην §18.28κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας §18.29γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.
我要狠狠惩罚他,双手开弓把他打倒,像敲掉一头糟蹋庄稼的母猪一样,把他所有的牙齿都从颌骨里打落在地上。
§18.30ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε §18.31μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;
现在就束好腰带吧,让在场的这些人也都看看我们的决斗;可你一个老头子,怎能跟一个比你年轻的人较量?
” 这样,他们就在高大的门扉前,在那磨光的门槛上,各不相让地激烈争吵。
§18.34τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο, §18.35ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν· §18.36ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη, §18.37οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.
安提诺乌斯强大的精力察觉到了他们两人,他开怀大笑,对求婚者们高声说道: “朋友们,以前可从未发生过这样的事,神明竟然给这大殿带来了如此畅快的乐子。
那个异乡人和伊罗斯正在互相争执,要用拳头来决一死战;让我们快让他们对决吧!
§18.40ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀνήϊξαν γελόωντες, §18.41ἀμφὶ δʼ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.
” 他这样说着,所有人便都笑着跳了起来,围聚在穿着破烂的乞丐周围。
§18.42τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· §18.43κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω.
欧沛伊忒斯之子安提诺乌斯对他们说: “傲慢的求婚者们,请听我说一件事。
§18.44γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρί, τὰς ἐπὶ δόρπῳ §18.45κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες· §18.46ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, §18.47τάων ἥν κʼ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω· §18.48αἰεὶ αὖθʼ ἡμῖν μεταδαίσεται, οὐδέ τινʼ ἄλλον §18.49πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.
这些山羊的肚子正搁在火上烤着,是咱们为了晚餐特意灌满了油脂和鲜血放在那里的;无论他们中谁获胜并证明自己更强,就可以自己站起来,从这些东西里挑走他想要的那一个;而且他将永远与我们同席共宴,我们绝不允许任何其他乞丐混进大殿来向我们乞讨。
§18.50ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
” 安提诺乌斯这样说,他的提议深得众人赞许。
§18.51τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς· §18.52ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι §18.53ἄνδρα γέροντα, δύῃ ἀρημένον· ἀλλά με γαστὴρ §18.54ὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω.
于是,心怀诡计、足智多谋的奥德修斯对他们说道: “朋友们,一个深受困苦磨难折磨的老年人,绝无可能去和年轻小伙子争斗;但那多灾多难的胃口却驱使着我,要让我去挨揍被打败。
§18.55ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον, §18.56μή τις ἐπʼ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ §18.57πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ.
那么,请大家现在向我发一个庄严的誓言,绝不能有任何人为了讨好伊罗斯,而狠下重手不义地打我,从而用蛮力帮他把我制服。
§18.58ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀπώμνυον ὡς ἐκέλευεν.
” 他这样说,众人便如他所要求的那样发了誓,保证不加干预。
§18.59αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον, §18.60τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο· §18.61ξεῖνʼ, εἴ σʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ §18.62τοῦτον ἀλέξασθαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶν §18.63δείδιθʼ, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ·
而当他们发了誓并完成了整个宣誓仪式后,特勒马科斯强大的威能再次对他们说道: “异乡人,如果你的心灵和勇敢的气魄驱使你去打发走这个家伙,那么其他阿开亚人你就一个也不要害怕;因为谁要是打你,他就得同更多的人战斗。
§18.64ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες, §18.65Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.
我是主人,两位国王也表示赞同,安提诺乌斯和欧律马科斯,他们俩都是明智的人。
§18.66ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ Ὀδυσσεὺς
” 他这样说,众人皆表赞同。
§18.67ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς §18.68καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι §18.69στήθεά τε στιβαροί τε βραχίονες·
于是奥德修斯用破烂衣衫围住私处束好,露出了大腿,极其健美且大,而他的宽肩、胸膛和强壮的胳膊也都展露无遗。
αὐτὰρ Ἀθήνη §18.70ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν.
此时雅典娜走上前来,让这位万民牧者的四肢显得更加壮硕。
§18.71μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·
所有的求婚者全都感到无比惊叹;