Humanitext Reader

荷马 · 奥德赛 §18.213-18.283

佩涅洛佩责备求婚者并索取礼物

第 130 段,共 173 段 · 希腊语

内容简介

佩涅洛佩来到求婚者面前,责备特勒马科斯容忍外邦人受辱。随后面对欧律马科斯的赞美,她回忆起奥德修斯临行前的嘱托,指责求婚者们的无礼行径并巧妙地套取了他们的礼物。

§18.213πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
求婚者们都渴望能躺在她身边的床榻上。
§18.214ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν· §18.215Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα·
随后她对她亲爱的儿子特勒马科斯开言道: “特勒马科斯啊,你已不再具有坚定的理智和分别心了。
§18.216παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας· §18.217νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις, §18.218καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός, §18.219ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς, §18.220οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.
当你还是个孩子的时候,你心里还更能想出聪明的计谋;但现在,当你长得高大、已经步入成年的门槛,哪怕是一个外邦人,看到你的身材和美貌,也会说你是富贵人家的子嗣,可你的心中却不再有相称的理智和分别心。
§18.221οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη, §18.222ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.
大殿里竟然发生了这样一桩坏事,你竟然任由那个外邦人遭受如此严重的侮辱!
§18.223πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν §18.224ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;
如今,如果坐在我们殿堂里的外邦人,因为如此凄惨的拉扯而遭受痛苦,那该如何是好?
§18.225σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο.
在世人面前,你将会蒙受耻辱与耻笑。
§18.226τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §18.227μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·
” 聪慧的特勒马科斯随后回答她说: “我的母亲啊,对于你的愤怒,我并不心怀怨恨。
§18.228αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα, §18.229ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα.
其实我心里对每一件事都明白,也都清楚,无论是好是坏;然而以前我毕竟还是个孩子。
§18.230ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι· §18.231ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος §18.232οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί.
但我现在还无法周全地考虑好所有事情,因为那些坐在我周围的人,从四面八方逼迫我,他们心怀恶意,而我却没有任何帮手。
§18.233οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη §18.234μνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν.
不过,那个外邦人与伊罗斯的决斗,结果并没有如求婚者们所愿,而是在力量上那外邦人占了上风。
§18.235αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, §18.236οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι §18.237νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ, §18.238οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου, §18.239ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν §18.240ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς, §18.241οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι §18.242οἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.
愿父神宙斯、雅典娜和阿波罗降旨,让那些求婚者们现在就在我们的殿堂里,像这样低垂着头被击倒,有的在庭院中,有的在屋宇内,每个人的肢体都瘫软无力,正如那个伊罗斯现在坐在庭院的大门旁,耷拉着脑袋,像一个醉汉一样,双脚既不能站直,也无法走回家去,回到他的归宿,因为他心爱的肢体已经松弛无力。
§18.243ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
” 他们就这样互相交谈着。
§18.244Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν· §18.245κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, §18.246εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί, §18.247πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν §18.248ἠῶθεν δαινύατʼ, ἐπεὶ περίεσσι γυναικῶν §18.249εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.
这时,欧律马科斯开口对佩涅洛佩说道: “伊卡里奥斯的女儿,聪慧的佩涅洛佩啊,如果伊阿索斯的阿尔戈斯所有的阿开亚人都看见你,那么从明天清晨起,会有更多的求婚者在你的殿堂里摆开宴席,因为你在女子中出类拔萃,无论是美貌、身材,还是内里聪慧的心智。
§18.250τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια· §18.251Εὐρύμαχʼ, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε §18.252ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον §18.253Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.
” 聪慧的佩涅洛佩随后回答他: “欧律马科斯啊,我的美丽、身材和容颜,早在阿尔戈斯人乘船去往伊利翁时,不死的神明就已经将其毁灭了,与他们同行的还有我的丈夫奥德修斯。
§18.254εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι, §18.255μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
如果他能回来照料我的生活,那么我的名声将会更加崇高,也会更加美好。
§18.256νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
但现在我只能哀恸,因为神明把如此多的灾祸降在我的身上。
§18.257ἦ μὲν δὴ ὅτε τʼ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν, §18.258δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα· §18.259ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς §18.260ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι· §18.261καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας, §18.262ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν §18.263ἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα §18.264ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο.
的确,当他离开祖国的土地出发时,曾执着我的右手腕对我说: ‘妻子啊,我不认为那些胫甲精美的阿开亚人都能从特洛伊安然无恙地返回;因为据说特洛伊人也是骁勇善战的勇士,他们既是投枪手,也是弯弓射箭的射手,还是迅捷战车的驾驭者,他们能最快地决出那场势均力敌的惨烈战争的胜负。
§18.265τῷ οὐκ οἶδʼ ἤ κέν μʼ ἀνέσει θεός, ἦ κεν ἁλώω §18.266αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.
因此,我不知道神明会让我生还,还是我会就此葬身于特洛伊;在这里,一切都要由你操心。
§18.267μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν §18.268ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος·
要在大殿里侍奉我的父亲和母亲,正如现在一样,在我远行之后更要加倍尽心。
§18.269αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι, §18.270γήμασθʼ ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.
而当你看到我们的儿子长出胡须时,你便可以离开你的家,嫁给你想嫁的任何人。
§18.271κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
’ 他当时是这样叮嘱的,而现在这一切都在应验。
§18.272νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει §18.273οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.
终有一夜,那场令人憎恶的婚礼将会降临到我这个不幸的人身上,宙斯已经剥夺了我的幸福。
§18.274ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
这种可怕的痛苦折磨着我的心灵和灵魂。
§18.275μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο· §18.276οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα §18.277μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν, §18.278αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα, §18.279κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν· §18.280ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.
以前的求婚者们可不是这种规矩:那些想要向一位高贵的妇人或富家千金求婚并互相竞争的人,他们自己会带来牛只和肥壮的羊群,为姑娘的亲友们设宴,并赠送灿烂的礼物;而绝不会毫无代价地侵吞他人的财产。
§18.281ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, §18.282οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν §18.283μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.
” 她这样说着,那历经磨难的高贵奥德修斯暗自高兴,因为她从他们那里套取了礼物,用甜言蜜语蛊惑着他们的心,而她心底里却在盘算着别的事情。

词汇与语法注释

  1. 18.219ἀλλότριος φώς — 意为“外邦人、陌生人”的主格名词短语。它是第218行祈愿动词 `φαίη`(或许会说)的主语。虽然在语序上有所分离,但在文意上指“即使是路过的旁观者看到特勒马科斯的身材与美貌,也会说他是富贵之家的子嗣”。
  2. 18.222ὃς τὸν ξεῖνον ἔασας — 关系代名词 `ὅς` 带有第二人称单数动词 `ἔασας`(你容忍),指向先行词特勒马科斯。此关系从句在这里起到了表示责备原因(“你竟然容忍……”)的副词性作用。
  3. 18.267μεμνῆσθαι — 此处不定式用作命令式(Infinitive for Imperative)。它延续了第266行命令式动词 `μελόντων`(你要照料)之后奥德修斯对佩涅洛佩的嘱托,表示强烈的要求。
  4. 18.282τῶν μὲν δῶρα παρέλκετο — 属格代词 `τῶν`(求婚者们)与动词 `παρέλκετο`(套取、诱出)连用,充当分离属格(或来源属格),表示“从他们那里套取了礼物”。

引用这一段

荷马, 奥德赛 §18.213-18.283. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:18.213-18.283

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。