Humanitext Reader

荷马 · 奥德赛 §17.542-17.606

喷嚏的吉兆与日落后相见的约定

第 126 段,共 173 段 · 希腊语

内容简介

珀涅罗珀将特勒马科斯的大声喷嚏视为吉兆,深信求婚者终将灭亡,并试图传唤异乡人。奥德修斯为了避开求婚者的暴行,提议在日落后进行私下会面,她欣然同意,随后欧迈奥斯完成使命返回其畜群领地。

§17.542σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια, §17.543αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα· §17.544ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.
大殿里发出可怕的响声;珀涅罗珀笑了,她立刻对欧迈奥斯说出了有翼飞翔的话语: “去吧,替我把那异乡人叫到这里,让我当面见他。
§17.545οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;
你没看见我的儿子在我说的每一句话后面都打了个喷嚏吗?
§17.546τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο §17.547πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
因此,求婚者们必将迎来无法逃脱的死亡,他们每一个都逃不掉,没有一个人能避开死亡和毁灭的命运。
§17.548ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· §17.549αἴ κʼ αὐτὸν γνώω νημερτέα πάντʼ ἐνέποντα, §17.550ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.
我还要告诉你另一件事,你且记在心里:如果我看出他所说的一切全属实情,我便会送他一件外套和一件衬衣,作为体面的衣裳。
§17.551ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν· §17.552ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· §17.553ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια, §17.554μήτηρ Τηλεμάχοιο·
” 她这样说着,牧猪人听了这话便走上前去,来到他跟前,对他说出了有翼飞翔的话语: “老人家,异乡人,贤慧的珀涅罗珀,特勒马科斯的母亲,召你过去。
μεταλλῆσαί τί ἑ θυμὸς §17.555ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ.
她的心意促使她向你询问一些关于她丈夫的事,哪怕她已经历了无数的哀戚。
§17.556εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα, §17.557ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα §17.558χρηΐζεις·
如果她看出你所说的一切全属实情,她便会送你一件外套和一件衬衣,那正是你最缺少的。
σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον §17.559γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι.
而通过在乡里乞讨食物,你将填饱自己的肚子;任何愿意施舍的人都会给你。
§17.560τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· §17.561Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι §17.562κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ· §17.563οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν.
” 对此,历经磨难的高贵奥德修斯回答他说: “欧迈奥斯,我会在第一时间把所有的实情向伊卡里奥斯的女儿、贤慧的珀涅罗珀诉说;因为我深知他的情况,而且我们共同承受了相同的苦难。
§17.564ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον, §17.565τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
但我害怕那群横蛮的求婚者,他们的狂暴与强梁已经直冲铁铸的九霄。
§17.566καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα §17.567οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν, §17.568οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος.
事实上就在刚才,当我正穿过大殿,没有做任何坏事,这个人却动手打我,让我备尝痛苦,特勒马科斯既没有出面阻止,其他人也没有。
§17.569τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι §17.570μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα· §17.571καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ, §17.572ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι §17.573λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα.
所以,现在请转告珀涅罗珀,让她在大殿里耐心等待,尽管她很着急,一直等到太阳落山;到那时,再让我坐在靠近火堆的地方,向我询问她丈夫归来的日子,让我坐得离火更近一些;因为我穿的是破旧的衣服;这你也是知道的,因为我最先向你求助。
§17.574ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.
” 他这样说着,牧猪人听完这些话便转身离去。
§17.575τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια· §17.576οὐ σύ γʼ ἄγεις, Εὔμαιε·
在他跨过门槛时,珀涅罗珀对他说道: “欧迈奥斯,你没有把他带过来吗?
τί τοῦτʼ ἐνόησεν ἀλήτης;
那个流浪汉是怎么想的?
§17.577ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως §17.578αἰδεῖται κατὰ δῶμα;
他是因为害怕什么人,还是因为别的什么原因在殿里感到羞怯?
κακὸς δʼ αἰδοῖος ἀλήτης.
害羞的流浪者可不是个称职的乞丐。
§17.579τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· §17.580μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος, §17.581ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.
” 牧猪人欧迈奥斯,你回答她说道: “他说得很有道理,换作别人也会这么想,只为了避开那些傲慢之徒的狂暴。
§17.582ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.
他只是请求你,一直等到太阳落山。
§17.583καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια, §17.584οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι.
而且,王后啊,对你自己来说,这样也大有好处,让你独自一人对异乡人说话并聆听他的述说。
§17.585τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· §17.586οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη· §17.587οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων §17.588ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
” 贤慧的珀涅罗珀又对他说: “这个异乡人并不愚蠢;他料想到了可能发生的事;因为在凡人中,绝没有像这里的人这样,如此肆无忌惮地凌辱他人、策划恶行。
§17.589ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς §17.590μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.
” 她这样说着,而高贵的牧猪人在说清了一切之后,便向着求婚者的人群走去。
§17.591αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα, §17.592ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι· §17.593ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων, §17.594σὸν καὶ ἐμὸν βίοτον· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.
他立刻对特勒马科斯说出了有翼飞翔的话语,凑近他的耳朵,免得让旁人听见: “亲爱的朋友,我要走了,去照看那些猪和那边的财产,你我的生计;这里的一切就交给你照管了。
§17.595αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ §17.596μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν, §17.597τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.
首先要保护好你自己,心里要多加盘算,免得遭受什么不测;有许多阿开亚人心里不怀好意,愿宙斯在我们遭遇灾难之前,就将他们铲除。
§17.598τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §17.599ἔσσεται οὕτως, ἄττα· σὺ δʼ ἔρχεο δειελιήσας·
” 聪慧的特勒马科斯回答他说: “就这样办吧,老人家;你吃过晚饭后再走吧。
§17.600ἠῶθεν δʼ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά· §17.601αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει.
明天清晨请再来,带上体面的祭牲;至于这里的一切,自有我和不朽的神明来照料。
§17.602ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου, §17.603πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος §17.604βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε, §17.605πλεῖον δαιτυμόνων· οἱ δʼ ὀρχηστυῖ καὶ ἀοιδῇ §17.606τέρποντʼ· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ.
” 他这样说着,牧猪人便再次坐在那张精美的椅子上,待吃饱喝足之后,便动身朝他的猪群走去,离开了庭院和大殿,此时里面挤满了宴饮的人;他们正用舞蹈和歌声自娱自乐;因为暮色已经降临。

词汇与语法注释

  1. 17.545 — 用作连词 ὅτι 的替代,引导一个名词性从句(“我儿子打喷嚏”),作为 οὐχ ὁράᾳς 的直接宾语。
  2. 17.546τῷ κε ... γένοιτο — 指示代词与格 τῷ(“因此”、“由此”)与带有语气词 κε(相当于 ἄν)的祈愿语气动词 γένοιτο 相结合。此处并非表示单纯的愿望或微弱的推测,而是因喷嚏这一吉兆而作出的确信的预言(潜能祈愿语气),意为“求婚者必将迎来死亡”。
  3. 17.570ἐς ἠέλιον καταδύντα — 介词 ἐς 与宾格名词 ἠέλιον 及其不定过去时主动分词 καταδύντα(阳性单数宾格)相结合,字面意思是“直到下落的太阳”,构成表示时间限制的习惯表达,意为“直到日落”。
  4. 17.586ὥς περ ἂν εἴη — 连词 ὥς 后面接语气词 ἄν 和祈愿语气 εἴη,表示可能性的推测(“正如实际可能发生的那样”),体现了异乡人对局势极其现实且准确的预判。

引用这一段

荷马, 奥德赛 §17.542-17.606. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:17.542-17.606

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。