§17.473αὐτὰρ ἔμʼ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς, §17.474οὐλομένης, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσιν.
“但是安提诺奥斯却因为我那可怜的、该死的胃袋而打了我的,它给凡人带来了许多灾难。
§17.475ἀλλʼ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν, §17.476Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.
但如果乞丐也有神明和复仇女神,愿死期在婚礼前降临到安提诺奥斯身上。
§17.477τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός· §17.478ἔσθιʼ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθʼ ἄλλῃ, §17.479μή σε νέοι διὰ δώματʼ ἐρύσσωσʼ, οἷʼ ἀγορεύεις, §17.480ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.
” 尤沛忒斯之子安提诺奥斯接着对他说: “异乡人,安分地坐着吃,或者到别处去,免得年轻人因为你的话,揪着你的手或脚,拖着你穿过大殿,把你的皮肉全部撕烂。
§17.481ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν·
” 他这样说着,而他们所有人都极为愤慨。
§17.482ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· §17.483Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην, §17.484οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.
傲慢的年轻人中便有人这样说道: “安提诺奥斯,你打这个不幸的流浪汉可真是不对,你这该死的家伙,如果天上真的有神明的话。
§17.485καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι, §17.486παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας, §17.487ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.
而且神明们会化身为异乡客旅,显现出各种形状,在城市中巡游,监察凡人们的强暴与守法。
§17.488ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων.
” 求婚者们这样说着,但他根本不在意这些话。
§17.489Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε §17.490βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν, §17.491ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
特勒马科斯心里为挨打的父亲怀着极大的悲痛,但他没有让眼泪从眼睑落到地上,只是默默地摇了摇头,在心底盘算着报复。
§17.492τοῦ δʼ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια §17.493βλημένου ἐν μεγάρῳ, μετʼ ἄρα δμῳῇσιν ἔειπεν· §17.494αἴθʼ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.
贤慧的珀涅罗珀听说他在大殿里挨了打,便在女仆们中说道: “愿那著名的神射手阿波罗也这样射中你自己。
§17.495τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν· §17.496εἰ γὰρ ἐπʼ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο·
” 女管家欧律诺墨接着对她说: “要是我们的诅咒能够实现该多好!
§17.497οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.
那么这些人里就没有一个能见到那美丽宝座的黎明。
§17.498τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· §17.499μαῖʼ, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται· §17.500Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.
” 贤慧的珀涅罗珀又对她说: “妈妈,他们全都可恶,因为他们都在策划恶事;但安提诺奥斯尤其像那黑色的死神。
一个不幸的异乡人在大殿里流浪乞讨,向人们要饭;因为贫困驱使着他。
§17.503ἔνθʼ ἄλλοι μὲν πάντες ἐνέπλησάν τʼ ἔδοσάν τε, §17.504οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.
在那里,其他所有人都给他装满了皮袋并施舍了,但唯独这家伙用脚凳砸了他的右肩背部。
§17.505ἡ μὲν ἄρʼ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν, §17.506ἡμένη ἐν θαλάμῳ· ὁ δʼ ἐδείπνεε δῖος Ὀδυσσεύς·
” 她就这样在女仆们中间说着,坐在她的内室里;而高贵的奥德修斯正在用餐。
§17.507ἡ δʼ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν· §17.508ἔρχεο, δῖʼ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι §17.509ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδʼ ἐρέωμαι §17.510εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται §17.511ἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε.
她把高贵的牧猪人叫到身边,对他说道: “去吧,高贵的光荣的欧迈奥斯,去叫那个异乡人过来,好让我向他致意,并问问他是否听到了关于坚忍的奥德修斯的消息,或者亲眼看见过他;因为他看起来像是个四处漂泊的人。
” 牧猪人欧迈奥斯,你回答她说道: “王后啊,但愿阿开亚人们能安静下来!
§17.514οἷʼ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.
他所讲述的那些故事,一定会迷住你的心。
§17.515τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξα §17.516ἐν κλισίῃ· πρῶτον γὰρ ἔμʼ ἵκετο νηὸς ἀποδράς· §17.517ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.
我曾留他住了三天三夜,在我的小屋里留住他—— 因为他从船上逃出来后最先来到我这里—— 但他还没有讲完他所遭遇的苦难。
§17.518ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ §17.519ἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι, §17.520τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ· §17.521ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.
就好像人们注视着一位歌手,他从神明那里学到了迷人的歌词唱给凡人听,只要他歌唱,人们就渴望无休止地听下去;他就这样在我的大厅里坐在我身边,迷住了我。
他自称是奥德修斯祖传的世交,居住在克里特岛,那里有米诺斯的后代。
他如今正是从那里,历经磨难,一路跌跌撞撞地来到了这里。
στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι, §17.526ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ, §17.527ζωοῦ· πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε.
他坚称听到了奥德修斯的消息,就在附近的塞斯普罗蒂亚人富饶的土地上,还活着;而且他正带着许多财宝回自己的家园。
§17.528τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· §17.529ἔρχεο, δεῦρο κάλεσσον, ἵνʼ ἀντίον αὐτὸς ἐνίσπῃ.
” 贤慧的珀涅罗珀又对他说: “去吧,把它召到这里来,好让他亲自当面告诉我。
至于这些人,让他们在门外坐着娱乐,或者在这大殿里娱乐,既然他们心情愉快。
§17.532αὐτῶν μὲν γὰρ κτήματʼ ἀκήρατα κεῖτʼ ἐνὶ οἴκῳ, §17.533σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν, §17.534οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα, §17.535βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας, §17.536εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον, §17.537μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται.
因为他们自己的家产在家里完好无损地放着,面包和甜美的酒;那些东西是由他们的仆人吃着的,而他们自己天天挤到我们的家里来,宰杀牛羊和肥山羊,大肆宴饮,肆意饮用红亮的葡萄酒;许多东西都被糟蹋了。
οὐ γὰρ ἔπʼ ἀνήρ, §17.538οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
因为没有人在场,像奥德修斯那样的人,能把灾祸从家里赶走。
§17.539εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν, §17.540αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.
但如果奥德修斯回来,到达祖国的土地,他很快就会和他的儿子一起,惩罚这些人的暴行。
§17.541ὣς φάτο, Τηλέμαχος δὲ μέγʼ ἔπταρεν, ἀμφὶ δὲ δῶμα
” 她这样说着,特勒马科斯突然大声打了个喷嚏,大殿周围……