§17.542σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια, §17.543αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα· §17.544ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.
The hall rang terribly; and Penelope laughed, and straightway she spoke winged words to Eumaeus: 'Go, I pray, call the stranger hither before me.
§17.545οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;
Do you not see that my son has sneezed at all my words?
§17.546τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο §17.547πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
Therefore, a death not unfulfilled may come upon the suitors, one and all, nor shall any one of them escape death and the fates.
§17.548ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· §17.549αἴ κʼ αὐτὸν γνώω νημερτέα πάντʼ ἐνέποντα, §17.550ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά. §17.551ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν· §17.552ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· §17.553ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια, §17.554μήτηρ Τηλεμάχοιο·
And another thing I will tell you, and do you lay it to heart: if I find that he speaks all things truly, I will clothe him with a cloak and a tunic, beautiful garments.' So she spoke, and the swineherd went when he had heard her words; and standing near him, he spoke winged words: 'Stranger father, wise Penelope calls you, the mother of Telemachus; her heart bids her to ask you something about her husband, though she has suffered many griefs.
μεταλλῆσαί τί ἑ θυμὸς §17.555ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ. §17.556εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα, §17.557ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα §17.558χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον §17.559γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι. §17.560τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· §17.561Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι §17.562κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ· §17.563οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν.
And if she finds that you speak all things truly, she will clothe you with a cloak and a tunic, of which you have most need; and by begging food through the land you shall feed your belly; and whoever wills shall give to you.' To him in turn spoke the steadfast, noble Odysseus: 'Eumaeus, straightway would I tell all things truly to the daughter of Icarius, wise Penelope; for well I know of him, and we have borne the same distress.
But I fear the throng of the harsh suitors, whose insolence and violence reach the iron heaven.
§17.566καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα §17.567οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν, §17.568οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος.
For indeed, even now, when, as I was going through the hall, doing no evil, this man struck me and gave me over to pains, neither Telemachus did anything to ward it off, nor anyone else.
§17.569τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι §17.570μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα· §17.571καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ, §17.572ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι §17.573λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα. §17.574ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.
Therefore now bid Penelope to remain in her halls, eager though she be, until the setting of the sun; and then let her ask me concerning her husband's return, seating me nearer to the fire; for indeed garments wretched I have; and you know it yourself, since you I first petitioned.' So he spoke, and the swineherd departed when he had heard his words.
§17.575τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια· §17.576οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν ἀλήτης;
And as he passed over the threshold Penelope addressed him: 'You do not bring him, Eumaeus; what does the wanderer mean by this?
Is it that he fears some individual exceedingly, or otherwise is he shamefaced in the house?
κακὸς δʼ αἰδοῖος ἀλήτης. §17.579τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· §17.580μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος, §17.581ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.
A bashful wanderer is a poor beggar.' To her answering you did speak, Eumaeus, swineherd: 'He speaks rightly, as any other man would think, shunning the insolence of overbearing men.
§17.582ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.
But he bids you to wait until the setting of the sun.
§17.583καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια, §17.584οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι. §17.585τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· §17.586οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη· §17.587οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων §17.588ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται. §17.589ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς §17.590μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.
And for yourself too, O Queen, it is much better thus, to speak to the stranger alone, and to listen to his word.' To her in turn wise Penelope spoke: 'The stranger is not mindless; he thinks how it might be; for nowhere among mortal men do any insolent men devise such outrageous deeds.' So she spoke, and the noble swineherd went into the throng of suitors, when he had made all clear.
§17.591αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα, §17.592ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι· §17.593ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων, §17.594σὸν καὶ ἐμὸν βίοτον· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.
And straightway he spoke winged words to Telemachus, holding his head close, so that the others might not hear: 'Dear friend, I am going, to guard the swine and all there, your livelihood and mine; but let all things here be your care.
§17.595αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ §17.596μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν, §17.597τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι. §17.598τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §17.599ἔσσεται οὕτως, ἄττα· σὺ δʼ ἔρχεο δειελιήσας·
First of all save yourself, and take thought in your heart lest you suffer some harm; for many of the Achaeans devise evil, whom may Zeus destroy before harm comes to us.' To him in turn wise Telemachus spoke: 'So shall it be, father; but go when you have had your evening meal.
§17.600ἠῶθεν δʼ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά· §17.601αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει. §17.602ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου, §17.603πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος §17.604βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε, §17.605πλεῖον δαιτυμόνων· οἱ δʼ ὀρχηστυῖ καὶ ἀοιδῇ §17.606τέρποντʼ· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ.
And at dawn come, and bring beautiful victims for sacrifice; but as for all things here, they shall be a care to me and the immortals.' So he spoke, and the swineherd sat down again on the well-polished chair, and when he had satisfied his heart with food and drink, he went to go to his swine, leaving the courts and the hall full of banqueters; and they with dance and song were making merry; for already the evening was coming on.