Humanitext Reader

荷马 · 奥德赛 §17.408-17.472

安提诺奥斯掷脚凳与奥德修斯的忍耐

第 124 段,共 173 段 · 希腊语

内容简介

奥德修斯向求婚者们乞讨并最终乞求安提诺奥斯,讲述了他虚构的埃及流浪经历。安提诺奥斯大怒,用脚凳砸向奥德修斯,奥德修斯默默忍受了这一击并退回门槛处。

§17.408καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.
“如果是那样的话,他自己的家也会留他远远地待上三个月。
§17.409ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης §17.410κείμενον, ᾧ ῥʼ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων·
” 他这样说着,便拿起脚凳,从桌子下面露了出来,那个他在宴饮时用来搁放他那涂了膏油的双脚的凳子。
§17.411οἱ δʼ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δʼ ἄρα πήρην §17.412σίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς §17.413αὖτις ἐπʼ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν·
其他所有的人都施舍了,把皮袋装满了面包和肉;不久,奥德修斯也准备再次回到门槛,品尝阿开亚人的施舍。
§17.414στῆ δὲ παρʼ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε· §17.415δός, φίλος·
他站在安提诺奥斯身旁,对他说道: “施舍吧,朋友!
οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν §17.416ἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.
在我看来,你绝非阿开亚人中最差的,而是最杰出的,因为你看起来像一位国王。
§17.417τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι §17.418σίτου· ἐγὼ δέ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν.
因此,你应当施舍比别人更好的面包;而我将在无垠的大地上称颂你。
§17.419καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον §17.420ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ, §17.421τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
因为我也曾曾在凡人中拥有富裕的家室,生活幸福,并且经常施舍给流浪者,无论他是谁,怀着怎样的需要而来。
§17.422ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ §17.423οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
我曾有无数的仆役和许多其他的东西,凭着这些,人们生活优裕并被称为富人。
§17.424ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που— §17.425ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν §17.426Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδόν, ὄφρʼ ἀπολοίμην.
但克罗诺斯之子宙斯使我破产——大概他就是这样意愿的—— 他派我与四处流窜的海盗一同前往埃及,那是一条漫长的旅程,好让我毁灭。
§17.427στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
我在埃及河里停泊了双舷弯曲的船只。
§17.428ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους §17.429αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι, §17.430ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.
那时,我确实吩咐我忠实的同伴们留在船旁,守护船只,并催促哨兵去高处瞭望。
§17.431οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ, §17.432αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς §17.433πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα, §17.434αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.
但他们屈从于傲慢,顺从于自己的冲动,顿时抢劫了埃及人极其美丽的田园,掳走了妇女和稚嫩的孩子,并杀害了男人;不久,呼救声传到了城里。
§17.435οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν §17.436ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων §17.437χαλκοῦ τε στεροπῆς·
他们听到喊声,在黎明初现时赶来;整个平原都挤满了步兵和骑兵,以及青铜的闪光。
ἐν δὲ Ζεὺς τερπικέραυνος §17.438φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη §17.439στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
而在他们之中,乐于雷电的宙斯将悲惨的恐慌抛向我的同伴,没有人敢于挺身迎敌;因为灾难从四面八方包围了他们。
§17.440ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ, §17.441τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
在那里,他们用锋利的青铜杀死了我们中的许多人,另一些人则被生俘带走,被迫为他们干苦役。
§17.442αὐτὰρ ἔμʼ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι, §17.443Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν· §17.444ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκω πήματα πάσχων.
但他们把我送给了一个恰巧遇见的异邦人,带到塞浦路斯,那是亚索斯之子德梅托尔,他强有力地统治着塞浦路斯;我如今正是从那里,历经苦难,来到了这里。
§17.445τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε· §17.446τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην;
” 安提诺奥斯回答他,大声说道: “是什么神明把这个灾星引到这里来,败坏宴席的兴致?
§17.447στῆθʼ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης, §17.448μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι· §17.449ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.
就像那样站在中间,远离我的桌子,免得你很快就落得个凄惨的埃及和塞浦路斯的下场;因为你是一个如此大胆且无耻的乞丐。
§17.450ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι §17.451μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς §17.452ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.
你依次站在每个人的身旁;而他们毫不吝惜地给予,因为把别人的东西施舍出去并无节制也无痛惜,况且每个人手头都多得很。
§17.453τὸν δʼ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς· §17.454ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν·
” 足智多谋的奥德修斯退后一步,对他说: “唉! 看来你的智慧并不配你的容貌!
§17.455οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης, §17.456ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης §17.457σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.
如果在你自己家里,你连盐都不会分给你的求乞者,如今你坐着别人的位子,却连一点面包都不敢掰下来给我;况且这里的东西还这么多。
§17.458ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἐχολώσατο κηρόθι μᾶλλον, §17.459καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα· §17.460νῦν δή σʼ οὐκέτι καλὰ διὲκ μεγάροιό γʼ ὀΐω §17.461ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.
” 他这样说着,安提诺奥斯心中更加愤怒,狠狠地瞪着他,说出了羽翼般的言辞: “现在我料想你再也不能体面地退着走出大殿了,既然你连侮辱人的话都说得出口。
§17.462ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον, §17.463πρυμνότατον κατὰ νῶτον·
” 他说着,便拿起脚凳砸向他的右肩,砸在背部的最下端。
ὁ δʼ ἐστάθη ἠΰτε πέτρη §17.464ἔμπεδον, οὐδʼ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο, §17.465ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
但他站立着,坚如磐石,纹丝不动,安提诺奥斯投出的东西根本没能让他摇晃;他只是默默地摇了摇头,在心底盘算着报复。
§17.466ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο, κὰδ δʼ ἄρα πήρην §17.467θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε· §17.468κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, §17.469ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
他转身退回到门槛上坐下,把装得满满的皮袋放在地上,对求婚者们说道: “请听我说,显赫王后的求婚者们,让我说出我胸中之心吩咐我说话。
§17.470οὐ μὰν οὔτʼ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος, §17.471ὁππότʼ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι §17.472βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀΐεσσιν·
确实,在心中既没有痛苦也没有悲伤,当一个人为自己的财产战斗而被打的时候,无论是为了他的牛群还是为了他的白绵羊;”

词汇与语法注释

  1. 17.408καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι — 由 κέν 配合 希求法动词 ἐρύκοι 构成的潜在希求法。这里的 οἶκος(家)可以指“乞丐自己的家”或“遥远的住处”。这是安提诺奥斯的讽刺之词,意为“如果大家都给他这么多施舍,他就会丰衣足食,他的家会让他足足三个月不用再来这里乞讨”。
  2. 17.417λωΐον ἠέ περ ἄλλοι σίτου — 属格 σίτου 是受比较级中性形容词 λωΐον(更好的食物份额)支配的部分属格。通过 ἠέ περ ἄλλοι(比其他人)来完成比较,意为“比其他人给的更好的面包”。
  3. 17.451ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς ἀλλοτρίων χαρίσασθαι — 属格 ἀλλοτρί说明“他人的东西”,作为不定式 χαρίσασθαι(慷慨施舍)的宾语。不定式本身是说明性用法,修饰名词 ἐπίσχεσις(自制)和 ἐλεητὺς(同情/怜悯),意为“在施舍他人的财产时,毫无克制或痛惜”。

引用这一段

荷马, 奥德赛 §17.408-17.472. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:17.408-17.472

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。