§17.340κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων §17.341ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
他坐了下来,倚着一根梣木门槛旁边的梲木柱子,那是大工曾用熟练的手艺削平并用墨线校直的糸杉木柱。
§17.342Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην, §17.343ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο §17.344καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι· §17.345δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε §17.346αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας· §17.347αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.
忒勒玛科斯把牧猪奴叫到身边对他说,从极精美的筐里拿出一整块面包,并抓起他双手合拢所能捧下的那么多肉: “把这些拿去给那位异邦人,并吩咐他自己挨个走向所有求婚者,向他们热切地乞讨;因为对于一个穷困的人来说,羞怯绝非好伴侣。
§17.348ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν, §17.349ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε· §17.350Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε κελεύει §17.351αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας· §17.352αἰδῶ δʼ οὐκ ἀγαθήν φησʼ ἔμμεναι ἀνδρὶ προΐκτῃ.
” 他这样说着,牧猪奴听了这话便走上前去,站在近旁,说出了羽翼般的言辞: “异邦人啊,忒勒玛科斯送你这些,并吩咐你挨个走向所有求婚者,向他们热切地乞讨;他说,羞怯对于一个乞讨者来说绝非好事。
§17.353τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §17.354Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι, §17.355καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.
” 随后,足智多谋的奥德修斯回答他说道: “宙斯主宰啊,愿忒勒玛科斯在凡人中幸福一生,愿他心中所期盼的一切事情都能得以实现。
§17.356ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν §17.357αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,
” 他说完,用双手接过来,放在他脚前的地上,那破旧的皮袋上。
§17.358ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν· §17.359εὖθʼ ὁ δεδειπνήκειν, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός.
只要歌者在殿内歌唱,他便一直吃着;当他吃完饭时,那神圣的歌者也停止了歌唱。
§17.360μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ.
求婚者们在殿内喧嚷起来。
αὐτὰρ Ἀθήνη, §17.361ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα §17.362ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι, §17.363γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι· §17.364ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος.
然而雅典娜走近拉埃尔特斯之子奥德修斯身边,催促他去向求婚者们乞讨面包屑,好让他分清谁是守本分的人,谁是不法之徒;尽管如此,她也并不打算免除他们中任何一人的毁灭。
§17.365βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον, §17.366πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.
他便走上前去,从右至左向每一个人乞讨,向四面八方伸出双手,仿佛他是个久经此道的乞丐。
§17.367οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν, §17.368ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.
他们出于怜悯而施舍,并对他感到惊异,互相询问他是谁,从哪里来。
§17.369τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν· §17.370κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, §17.371τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα.
此时,山羊倌梅兰提奥斯也在他们中间说道: “请听我说,显赫王后的求婚者们,关于这位异邦人;因为我以前确实见过他。
§17.372ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν, §17.373αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.
确实是牧猪奴带路把他引到这里来的,但他本人,我不太清楚他自称是什么出身。
§17.374ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην· §17.375ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε §17.376ἤγαγες;
” 他这样说着,安提诺奥斯便用严厉的言辞责备牧猪奴: “你这出名的牧猪奴,为什么把这个人带到城里来?
ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι, §17.377πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;
难道我们这里的流浪汉还不够多吗,那些令人讨厌的乞丐,宴席的糟蹋者?
§17.378ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος §17.379ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας;
难道你轻视他们聚集在此吃空你主人的家产,因而你还把这个人也招来了吗?
§17.380τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· §17.381Ἀντίνοʼ, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·
” 你回答他说道,牧猪奴厄玛奥斯啊: “安提诺奥斯啊,你虽高贵,说出的话却不体面。
§17.382τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν §17.383ἄλλον γʼ, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι, §17.384μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων, §17.385ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων;
谁会主动去别处邀请一个异邦人,除非那是属于为公众服务的人,比如先知、医治病痛的医生、制造长矛的木匠,或是能用歌声带来欢乐的神圣歌者?
§17.386οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν· §17.387πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.
因为这些人在无垠的大地上确实是受凡人邀请的;但谁也不会去邀请一个只会消耗自己财产的乞丐。
§17.388ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων §17.389δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γε §17.390οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια §17.391ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.
然而在所有的求婚者中,你总是对奥德修斯的仆人们最为严苛,特别是对我;但我并不在乎,只要聪慧的佩涅洛佩还活在殿内,还有神一样的忒勒玛科斯。
§17.392τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §17.393σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν· §17.394Ἀντίνοος δʼ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ §17.395μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.
” 随后,聪慧的忒勒玛科斯迎着他回答道: “安静,不要用许多话去回答他;因为安提诺奥斯总是习惯用严厉的话语恶毒地挑衅,而且他还煽动其他人。
§17.396ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα· §17.397Ἀντίνοʼ, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος, §17.398ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι §17.399μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε.
” 他说着,又用羽翼般的言辞对安提诺奥斯说道: “安提诺奥斯啊,你真像父亲关怀儿子那样关怀我,竟用强迫的言辞吩咐我把这位异邦人从殿内赶走;愿神不要让这事实现。
§17.400δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε· §17.401μήτʼ οὖν μητέρʼ ἐμὴν ἅζευ τό γε μήτε τινʼ ἄλλον §17.402δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
你拿去给他吧,我决不吝惜,因为这是我所吩咐的;你既不要因此而顾忌我的母亲,也不要顾忌任何其他在神圣奥德修斯殿内服务的仆人。
但实际上你的胸中并没有这样的心思;因为你自己更想大吃大喝,而不是施舍给别人。
§17.405τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε· §17.406Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.
” 安提诺奥斯回答他说道: “忒勒玛科斯,你这个说大话的人,按捺不住的狂暴者,你说了什么话!
§17.407εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες,
要是所有的求婚者都给他这么多施舍,”