Humanitext Reader

荷马 · 奥德赛 §16.272-16.340

隐藏武器的计策与忒勒玛科斯归来的通报

第 115 段,共 173 段 · 希腊语

内容简介

奥德修斯指示忒勒玛科斯让他化装成乞丐进入宫殿,暗中藏起兵器,并对他的归来保密。与此同时,载着忒勒玛科斯的船只抵达,使者们向佩涅洛佩通报了他安全归来的消息。

§16.272αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει, §16.273πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.
“而至于我,猪倌随后会带我前往城里,像一个悲惨的乞丐和老人。
§16.274εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ §16.275τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο, §16.276ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε §16.277ἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι.
如果他们在屋里侮辱我,你亲爱的心必须在胸中隐忍,哪怕我遭受恶劣的对待,即使他们揪着我的脚,拖过大厅扔到门外,或者拿东西投掷我;你也要看着并忍耐。
§16.278ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων, §16.279μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι §16.280πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.
不过,你确要用温和的话语奉劝他们停止愚行;但他们绝不会听从你,因为毁灭之日已经临近他们。
§16.281ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· §16.282ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη, §16.283νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσας §16.284ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται §16.285ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας §16.286πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι §16.287παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες· §16.288ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει §16.289οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς, §16.290ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
另一件事我要告诉你,你要记在心上:每当足智多谋的雅典娜启示我的心灵,我会向你点头示意,你便心领神会,将大厅里存放的所有兵器搬到高大内室的角落里放好,全部都要收好;至于求婚者,你要用温和的话语劝说哄骗他们,当他们因找不到而询问你时: ‘我已经把它们从烟熏中移开,因为它们不再像当年奥德修斯前往特洛伊时留下的模样,而是已经被损坏,只要是火气所及之处。
§16.291πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων, §16.292μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν, §16.293ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα §16.294καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
此外,克罗诺斯之子在我的心中放下了这个更大的担忧,唯恐你们喝醉了酒,在彼此间挑起争端,伤及彼此,使宴会和你的求婚蒙羞;因为铁器本身就会引诱人。
§16.295νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε §16.296καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι, §16.297ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειτα §16.298Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.
’ 只留给我们两人两把剑、两支矛以及两面牛皮盾以便拿在手里,好让我们冲上去夺取它们;接着,帕拉斯·雅典娜和睿智的宙斯会迷惑他们。
§16.299ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· §16.300εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο, §16.301μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος, §16.302μήτʼ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης §16.303μήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια, §16.304ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν· §16.305καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν, §16.306ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ, §16.307ἠδʼ ὅτις οὐκ ἀλέγει, σὲ δʼ ἀτιμᾷ τοῖον ἐόντα.
另一件事我要告诉你,你要记在心上:如果你确实是我的儿子,流着我们的血液,那就绝不要让任何人听说奥德修斯已在屋内,不要让拉埃尔特斯知道,也不要让猪倌知道,不要让任何家奴知道,甚至不要让佩涅洛佩自己知道,只有你和我来探知女人们的心思;我们也可以试探一下男仆们,看谁在心中尊敬并畏惧我们两人,又有谁毫不介意,并侮辱你这样高贵的人。
§16.308τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός §16.309ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʼ, ὀΐω, §16.310γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μʼ ἔχουσιν·
” 他那光彩夺目的儿子回答他说: “父亲啊,我想你以后定会了解我的心意;因为我绝无半点轻浮愚妄之举。
§16.311ἀλλʼ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω §16.312ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα.
但我不认为这样做会给我们双方带来好处;我请你仔细斟酌。
§16.313δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων, §16.314ἔργα μετερχόμενος· τοὶ δʼ ἐν μεγάροισιν ἕκηλοι §16.315χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδʼ ἔπι φειδώ.
因为你若逐一去试探他们,来回奔波,那就要耽搁很久;而在大厅里,那些人却安闲自在地吞食着你的财产,肆无忌惮,毫无节制。
§16.316ἀλλʼ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα, §16.317αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν· §16.318ἀνδρῶν δʼ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι §16.319ἡμέας πειράζειν, ἀλλʼ ὕστερα ταῦτα πένεσθαι, §16.320εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.
不过,我确实劝你查明女人们的情况,看看谁在轻慢你,谁又是无辜忠贞的;至于男仆,我绝不希望我们去田庄里逐一测试他们,而应当把这件事推后处理,如果你确实知晓那手持埃吉斯的宙斯所给的某种神启。
§16.321ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, §16.322ἡ δʼ ἄρʼ ἔπειτʼ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής, §16.323ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.
” 他们就这样相互交谈着;与此同时,那艘建造精良的船驶入伊萨卡靠岸,它载着忒勒玛科斯及所有同伴从皮洛斯归来。
§16.324οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο, §16.325νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν, §16.326τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες, §16.327αὐτίκα δʼ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.
当他们进入那极深的港湾里时,他们把黑色的船只拖上陆地,气宇轩昂的侍从们帮他们搬下行李,随即将精美的礼物送到克吕提奥斯的家中。
§16.328αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος, §16.329ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ, §16.330οὕνεκα Τηλέμαχος μὲν ἐπʼ ἀγροῦ, νῆα δʼ ἀνώγει §16.331ἄστυδʼ ἀποπλείειν, ἵνα μὴ δείσασʼ ἐνὶ θυμῷ §16.332ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι
接着,他们派了一名传令官前往奥德修斯的府邸,向聪慧的佩涅洛佩通报消息,告诉她忒勒玛科斯正在庄稼地里,却吩咐船只驶回城里,免得那高贵的王后在心中惊恐,流下温热的泪水。
§16.333τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς §16.334τῆς αὐτῆς ἕνεκʼ ἀγγελίης, ἐρέοντε γυναικί.
这两位,传令官和高贵的牧猪奴,相遇了,为了传递同一个消息,要去向女主人禀告。
§16.335ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο δόμον θείου βασιλῆος, §16.336κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν· §16.337ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.
当他们来到神圣君王的府邸时,传令官在众女仆中间说道: “王后啊,你亲爱的儿子已经回来了。
§16.338Πηνελοπείῃ δʼ εἶπε συβώτης ἄγχι παραστὰς §16.339πάνθʼ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.
” 而猪倌则走近佩涅洛佩,站在她身旁,诉说了她亲爱儿子所吩咐他说的所有话。
§16.340αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,
当他把所有的嘱托悉数表述完毕后,

词汇与语法注释

  1. 16.275κακῶς πάσχοντος ἐμεῖο — 属格独立结构。分词 πάσχοντος 的逻辑主语是 ἐμεῖο(我),与主句的主语 σὸν φίλον κῆρ(你亲爱的心)不同。此处具有让步意义:“即使我遭受恶劣的对待”。
  2. 16.277ἀνέχεσθαι — 不定式用作命令式(Infinitive for Imperative)。其主语用主格(σὺ δʼ)而非宾格表示。同样,第278行的 παύεσθαι 也起到了带有主格主语的命令不定式的作用。
  3. 16.284ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται — 先行词并入关系从句(Attraction of antecedent)。逻辑上本应是“拿起大厅里放着的所有的战争兵器(τεύχεα)”,但先行词 τεύχεα 被拉入关系从句中,与关系代词 ὅσσα 一致。第286行的 πάντα 则起到了修饰和强调这一并入先行词的作用。
  4. 16.294αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος — 反身代词/强调小词 αὐτός 在此处修饰主语 σίδηρος,意为“(铁器)自身”。这是一个著名的谚语,意为“因为铁器本身就会引人(走向暴力)”。
  5. 16.313δηθὰ γὰρ αὔτως εἴσῃ — 副词 αὔτως(或 αὕτως)在此处意为“仅仅”或“徒劳地”。整句意为:“因为你若只是逐一去试探他们,就会白白耗费很长时间”,指出了时间上的浪费。
  6. 16.331ἵνα μὴ δείσασʼ ... εἴβοι — 否定目的从句(ἵνα μή)中使用了祈愿式(optative)εἴβοι。这是因为主句动词 ἀνώγει(命令)处于过去的时态语境中,根据时态序列规则(Sequence of Tenses),在此处用祈愿式代替了虚拟式。

引用这一段

荷马, 奥德赛 §16.272-16.340. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:16.272-16.340

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。