§16.204οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς, §16.205ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς, §16.206ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
“因为绝不会再有另一个奥德修斯来到你这里;而这就是我,历尽艰辛,在四处流浪之后,于第二十个年头回到了祖国的土地。
§16.207αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης, §16.208ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ, §16.209ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτε §16.210ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι.
但这确是掠夺者雅典娜的杰作,她随心所欲地把我变成了这般模样,因为她有这般神力,时而像个乞丐,时而又像个年轻、身上穿着华美衣裳的男子。
对主宰广阔天空的神明来说,这轻而易举,无论是让一个凡人荣耀,还是让他卑微。
§16.213ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος δὲ §16.214ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων, §16.215ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο·
” 他这样说完便坐了下去;而忒勒玛科斯搂着他那高贵的父亲恸哭,泪流不止,他们两人心中都激起了哀泣的渴望。
§16.216κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί, §16.217φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα §16.218ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι· §16.219ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.
他们凄厉地哭泣,比失去幼雏的鸟儿还要哀切,那就像海雕或弯爪的秃鹫,它们的幼雏在羽翼未丰前就被农夫们夺走;他们就是这样在双眉下流出令人怜悯的泪水。
§16.220καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, §16.221εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα· §16.222ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται §16.223ἤγαγον εἰς Ἰθάκην;
若不是忒勒玛科斯很快对他的父亲开口,太阳的光芒恐怕就会在他们的哀泣中沉落: “亲爱的父亲,现在船员们是用什么样的船把你带到伊萨卡的?
τίνες ἔμμεναι εὐχετόωντο;
他们自称是什么人?
§16.224οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
因为我绝不认为你是步行来到这里的。
§16.225τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· §16.226τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
” 那长久忍耐、神圣的奥德修斯回答他说: “因此,我的孩子,我要对你诉说真话。
§16.227Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους §16.228ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται· §16.229καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες §16.230κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα, §16.231χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν.
以航海闻名的斐阿基亚人带我前来,他们也护送其他所有来到他们那里的人回家;他们用快速的船载着熟睡中的我,越过大海,送至伊萨卡,并赠予我灿烂的礼物,有充足的青铜、黄金以及织成的衣物。
§16.232καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται· §16.233νῦν αὖ δεῦρʼ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης, §16.234ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.
这些东西因神明的意志,正存放在洞穴里;如今我遵照雅典娜的指引来到这里,为的是商讨如何杀死我们的仇敌。
§16.235ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον, §16.236ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί· §16.237καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας §16.238φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαι §16.239μούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους.
来,你且数算并把求婚者们逐一告诉我,好让我知道他们有多少人,都是些什么样的人;然后,在我那高贵的心中思量之后,我将考虑我们俩是否能够独自对抗他们而无需旁人,还是我们也必须寻找其他的帮手。
§16.240τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §16.241ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον, §16.242χεῖράς τʼ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν· §16.243ἀλλὰ λίην μέγα εἶπες· ἄγη μʼ ἔχει· οὐδέ κεν εἴη §16.244ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.
” 聪明睿智的忒勒玛科斯回答他说: “父亲啊,我确实经常听到关于你的伟大名声,说你是个勇武的战士,又有着英明的谋略;但你所说的事情太不可思议了,我感到震惊;这绝无可能,仅凭两个人去对抗那么多强悍的敌人。
§16.245μνηστήρων δʼ οὔτʼ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύʼ οἶαι, §16.246ἀλλὰ πολὺ πλέονες· τάχα δʼ εἴσεαι ἐνθάδʼ ἀριθμόν.
因为求婚者不单单是十个,也不止是二十个,而是要多得多;你很快就会知道这里的数目。
§16.247ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα §16.248κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται· §16.249ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν, §16.250ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν, §16.251ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι, §16.252καί σφιν ἅμʼ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς §16.253καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.
来自杜利基翁的有五十二名入选的青年,并有六名仆人随行;来自萨梅的有二十四人;来自扎昆索斯的有二十个阿开亚青年;来自伊萨卡本地的有十二人,皆是人中俊杰,还有传令官梅冬、神圣的歌手,以及两名精通分肉之职的侍从随同他们。
如果我们要在他们全部聚集在屋内时去迎战,我只怕你回来后,反会为他们的暴虐付出惨痛而可怕的代价。
§16.256ἀλλὰ σύ γʼ, εἰ δύνασαί τινʼ ἀμύντορα μερμηρίξαι, §16.257φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.
但是你,如果能想到任何帮手,请仔细考虑,谁会全心全意地保护我们俩。
§16.258τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· §16.259τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· §16.260καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ §16.261ἀρκέσει, ἦέ τινʼ ἄλλον ἀμύντορα μερμηρίξω.
” 那长久忍耐、神圣的奥德修斯回答他说: “那么我就告诉你,你且记在心里,听我细说;你且思量,雅典娜与父神 Zeus 一起保护我们是否足够,还是我应当再去思量别的帮手。
§16.262τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §16.263ἐσθλώ τοι τούτω γʼ ἐπαμύντορε, τοὺς ἀγορεύεις, §16.264ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις §16.265ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.
” 聪明睿智的忒勒玛科斯回答他说: “你所说的这两位确实是极好的庇护者,尽管他们高高坐在云端;但他们统治着其他凡人以及不朽的神明。