Humanitext Reader

荷马 · 奥德赛 §16.138-16.203

奥德修斯恢复原貌并向忒勒玛科斯表明身份

第 113 段,共 173 段 · 希腊语

内容简介

尤迈奥斯离去后,奥德修斯在雅典娜的帮助下恢复了本来的英姿,并向儿子忒勒玛科斯表明了自己的身份。忒勒玛科斯起初怀疑这是神明的幻术,但奥德修斯劝慰并向他确认自己确是其生父。

§16.138ἦ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω
“还是我也顺着这同一条路去向不幸的拉埃尔特斯报信?
§16.139δυσμόρῳ, ὃς τῆος μὲν Ὀδυσσῆος μέγʼ ἀχεύων §16.140ἔργα τʼ ἐποπτεύεσκε μετὰ δμώων τʼ ἐνὶ οἴκῳ §16.141πῖνε καὶ ἦσθʼ, ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι· §16.142αὐτὰρ νῦν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε, §16.143οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως, §16.144οὐδʼ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε §16.145ἧσται ὀδυρόμενος, φθινύθει δʼ ἀμφʼ ὀστεόφι χρώς.
他此前虽然为奥德修斯极度悲伤,却仍在家里和仆人们一起监督农活,每当胸中的心意驱使时便吃喝;但现在,自从你坐船前往皮洛斯之后,他们说他竟不再这样吃喝,也不去巡视农活,而是伴着呻吟和哀号坐着哀泣,骨头周围的肌肤都在消瘦。
§16.146τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §16.147ἄλγιον, ἀλλʼ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ· §16.148εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι, §16.149πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.
” 聪明睿智的忒勒玛科斯回答他说: “这更让人痛苦,但尽管悲伤,我们还是先随他去吧;因为如果凡人能自主选择一切事物,我们首先便会选择我父亲归来的日子。
§16.150ἀλλὰ σύ γʼ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατʼ ἀγροὺς §16.151πλάζεσθαι μετʼ ἐκεῖνον·
但你报信之后便要回来,不要在乡野间寻找他而迷失。
ἀτὰρ πρὸς μητέρα εἰπεῖν §16.152ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα §16.153κρύβδην· κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι.
只管告诉我的母亲,让她尽快催促贴身的管家女仆悄悄地去;因为她能去把消息带给老人。
§16.154ἦ ῥα καὶ ὦρσε συφορβόν· ὁ δʼ εἵλετο χερσὶ πέδιλα, §16.155δησάμενος δʼ ὑπὸ ποσσὶ πόλινδʼ ἴεν.
” 他说完便催促牧猪人;后者手里拿了凉鞋,缚在脚底,便往城里去了。
οὐδʼ ἄρʼ Ἀθήνην §16.156λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός, §16.157ἀλλʼ ἥ γε σχεδὸν ἦλθε· δέμας δʼ ἤϊκτο γυναικὶ §16.158καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ.
而牧猪人尤迈奥斯走出牧庄也并未瞒过雅典娜,她来到了近旁;她的身形化作一个妇人,美丽高大,精通精妙的手艺。
§16.159στῆ δὲ κατʼ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα· §16.160οὐδʼ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδʼ ἐνόησεν, §16.161οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς, §16.162ἀλλʼ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥʼ οὐχ ὑλάοντο §16.163κνυζηθμῷ δʼ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν.
她站在草棚的门前,显现在奥德修斯面前;忒勒玛科斯并没有看见对面的她,也没有察觉,因为神明绝不会显现给所有人看,但奥德修斯和猎犬们看见了,它们没有吠叫,而是低呜着,惊恐地退到牧庄的另一边。
§16.164ἡ δʼ ἄρʼ ἐπʼ ὀφρύσι νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς, §16.165ἐκ δʼ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς, §16.166στῆ δὲ πάροιθʼ αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη· §16.167διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ. §16.168ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε, §16.169ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρʼ ἀραρόντε §16.170ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδʼ ἐγὼ αὐτὴ §16.171δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.
雅典娜用双眉示意;神圣的奥德修斯心领神会,走出屋子,越过庭院的高墙,站在她的面前;雅典娜对他说道: “神裔拉埃尔特斯之子、足智多谋的奥德修斯,现在是时候对你的儿子说明、不再隐瞒了,好让你们俩在为求婚者安排好死亡与厄运后,一同前往那闻名的城邦;我自己也不会久离你们身边,我正渴望参战。
§16.172ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
” 雅典娜说完,便用金手杖触碰了他。
§16.173φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα §16.174θῆκʼ ἀμφὶ στήθεσσι, δέμας δʼ ὤφελλε καὶ ἥβην.
她先是把一件洗得干净的外套和内衣披在他的胸前,增强了他的体魄和青春活力。
§16.175ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν, §16.176κυάνεαι δʼ ἐγένοντο γενειάδες ἀμφὶ γένειον.
他的肤色重新变得黝黑,脸颊饱满起来,颌部周围长出了青黑色的胡须。
§16.177ἡ μὲν ἄρʼ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς §16.178ἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός, §16.179ταρβήσας δʼ ἑτέρωσε βάλʼ ὄμματα, μὴ θεὸς εἴη, §16.180καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §16.181ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν, §16.182ἄλλα δὲ εἵματʼ ἔχεις, καί τοι χρὼς οὐκέθʼ ὁμοῖος.
她施完法术便转身离去;而奥德修斯走进草棚;他的爱子对他感到惊异,心怀畏惧地避开视线,唯恐他是神明,于是他开口对他吐出羽翼般的言语: “客人啊,刚才你显现给我的模样跟之前不同了,你穿着别的衣裳,你的肤色也已不一样。
§16.183ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν· §16.184ἀλλʼ ἵληθʼ, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ §16.185ἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δʼ ἡμέων
毫无疑问,你定是主宰广阔天空的某位神明;但请宽恕我们吧,好让我们向你献上悦纳的祭品和精制的金器;请怜悯我们。
§16.186τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς· §16.187οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐΐσκεις;
” 这时,那长久忍耐、神圣的奥德修斯回答他说: “我绝非什么神明;你为何将我比作不朽的神仙?
§16.188ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων §16.189πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
我实是你的父亲,为了他,你才一边呻吟一边遭受重重苦楚,忍耐着那些男人们的横暴。
§16.190ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν §16.191δάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί.
” 他这样说着,亲吻了他的儿子,泪水从他的脸颊滚落到地上;而在此之前,他一直强忍着。
§16.192Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι, §16.193ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν· §16.194οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων §16.195θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
忒勒玛科斯因还无法相信他就是自己的父亲,便再次用言语回答对他说: “你绝不是我的父亲奥德修斯,而是一位神明蛊惑着我,好让更加悲伤地呻吟叹息。
§16.196οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο §16.197ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν §16.198ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.
因为任何凡人绝无可能单凭自己的心智策划出这般奇事,除非神明亲自降临,随心所欲、轻而易举地让人变年轻或变老。
§16.199ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο· §16.200νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
因为刚才你确实还是个穿着寒碜的老人;如今却像极了主宰广阔天空的神明。
§16.201τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §16.202Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα §16.203οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι·
” 足智多谋的奥德修斯回答他说: “忒勒玛科斯啊,当你的亲生父亲就在屋里时,你不应该过度惊讶或感到不可思议;

词汇与语法注释

  1. 16.138ἔλθω — 第一人称单数的斟酌语气虚拟语气(deliberative subjunctive),表达对自己是否应当同去的心中犹豫。
  2. 16.148εἰ γάρ πως εἴη ... κεν ... ἑλοίμεθα — 使用希求语气(optative)的条件句(条件从句用 εἰ + 希求语气,主句用 κεν + 希求语气),表达与现在事实相反的假设或潜在可能性(“如果……,我们就会选择……”)。
  3. 16.151εἰπεῖν — 不定词代用命令式(infinitive for imperative)。与第152行的 `ὀτρυνέμεν` 一样,承载着针对第二人称(尤迈奥斯)的命令语气。
  4. 16.179μὴ θεὸς εἴη — 表达担忧或恐惧的希求语气(optative of fear),伴随连词 `μή`,展现出忒勒玛科斯担心眼前之人是神明的内心活动。
  5. 16.188τοῦ εἵνεκα — 使用关系代词的因果表达,其先行词在语境中指奥德修斯本人(“为了他,你才在呻吟……”)。

引用这一段

荷马, 奥德赛 §16.138-16.203. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:16.138-16.203

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。