聪明睿智的忒勒玛科斯回答他说: “尤迈奥斯啊,你这话真是说得让我十分心痛。
§16.70πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;
因为我究竟该如何把这位客人接进我的家里呢?
§16.71αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα §16.72ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ· §16.73μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει, §16.74ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ, §16.75εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν, §16.76ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος §16.77μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.
我自己还年轻,尚未能依靠自己的双手去击退一个男人,当有人首先向我挑衅时;至于我的母亲,她的心中正犹豫不决,是在这里陪着我、照看家园,守护丈夫的床榻和人们的议论,还是现在就跟随阿开亚人中那个最优秀、在府邸里向她求婚且送礼最多的人。
§16.78ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα, §16.79ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά, §16.80δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα, §16.81πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
不过至于这位客人,既然他来到了你的屋里,我会给他穿上外套和内衣,这些美丽的衣裳,并赠他一柄双刃剑和脚上的凉鞋,送他去他的心和灵魂渴望去的地方。
§16.82εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας· §16.83εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα §16.84ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.
如果你愿意,就把他留在牧庄里,由你来照料他;我会把衣物和所有食用的粮食送到这里,免得他连累你和你的同伴受累。
§16.85κεῖσε δʼ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι §16.86ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι· §16.87μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν.
但我不赞成让他去求婚者们那儿,因为他们有着极为无法无天的狂妄,免得他们侮辱他,那将给我带来极大的痛苦。
§16.88πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα §16.89ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
一个人即便强壮,在面对众多人时也难以成事,因为他们确实要强大得多。
§16.90τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· §16.91ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν, §16.92ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ, §16.93οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι §16.94ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.
” 这时,那长久忍耐、神圣的奥德修斯对他说: “朋友啊,既然对我来说回话也是理所当然的,当听到你们说,在有你这样的人在场的情况下,求婚者们竟敢无视你,在府邸里策划出这般无道的勾当,我的心真在剧烈撕扯。
请告诉我,你是甘心屈服,还是城邦里的民众听从神明启示,在国中憎恨你?
§16.97ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ
还是你怪罪兄弟?
§16.98μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
人在战斗时总会信赖他们,即便发生了巨大的冲突。
§16.99αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ, §16.100ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός· §16.102αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς, §16.103εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην, §16.104ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
但愿我有如此心气,且能像你这般年轻,或者是无可挑剔的奥德修斯的儿子,又或是他本人;那么,立刻让外邦人砍掉我的头吧,如果不成为所有那些人的灾星,当我来到拉埃尔特斯之子奥德修斯的府邸。
§16.105εἰ δʼ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα, §16.106βουλοίμην κʼ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι §16.107τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι, §16.108ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας §16.109ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά, §16.110καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας §16.111μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.
但如果由于我孤身一人,他们以多欺少将我制服,我宁愿在自己的府邸里被杀而死,也不愿永远看着这些不体面的行径:客人被作践,女仆们在美丽的房子里被可耻地拉扯蹂躏,铺张浪费酒水,人们毫无意义、永无止境地吞噬食物,为着那毫无结果的勾当。
§16.112τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §16.113τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
” 聪明睿智的忒勒玛科斯回答他说: “所以,客人啊,我将十分准确地告诉你。
§16.114οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει, §16.115οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ §16.116μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
既不是整个城邦的民众因憎恨而对我发怒,我也不是在怪罪兄弟,人在战斗时总会信赖他们,即便发生了巨大的冲突。
§16.117ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων· §16.118μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε, §16.119μοῦνον δʼ αὖτʼ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς §16.120μοῦνον ἔμʼ ἐν μεγάροισι τεκὼν λίπεν οὐδʼ ἀπόνητο.
因为克罗诺斯之子就是这样使我们这一支代代单传的:阿耳凯西奥斯生了独子拉埃尔特斯,父亲生了独子奥德修斯;而奥德修斯在府邸里只生下了我便离去,未能享受到我的陪伴。
§16.121τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσʼ ἐνὶ οἴκῳ.
因此,如今家里有无数的仇敌。
§16.122ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι, §16.123Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ, §16.124ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι, §16.125τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
因为所有在岛屿上称雄的首领,在杜利基翁、萨梅和森林茂密的扎金索斯,以及在险峻的伊塔卡当权的首领,有这么多人向我的母亲求婚,并在蚕食我的家园。
§16.126ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν §16.127ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες §16.128οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
而她既不拒绝这可憎的婚事,也无法做个了断;他们通过大肆吃喝来耗尽我的家产;不久他们也会把我本人彻底毁灭。
§16.129ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·
不过,这些事终究取决于神明的膝上。
§16.130ἄττα, σὺ δʼ ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃ §16.131εἴφʼ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα.
阿达,你快去,告诉通情达理的佩内洛佩,我平安无事,已经从皮洛斯回来了。
§16.132αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι, §16.133οἴῃ ἀπαγγείλας· τῶν δʼ ἄλλων μή τις Ἀχαιῶν §16.134πευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται.
我会留在这里,你报信后就回到这里来,只要告诉她一个人;不要让其他阿开亚人中的任何一个知晓此事;因为有许多人在针对我谋划恶事。
§16.135τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· §16.136γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
” 牧猪人尤迈奥斯啊,你回答他说道: “我知道,我明白;你是对一个懂事的人下达这些指示。
§16.137ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
但是来吧,请告诉我这件事,并且准确地对我说,”, grading=