Humanitext Reader

荷马 · 奥德赛 §15.492-15.557

忒勒玛科斯归来与鹰的吉兆

第 110 段,共 173 段 · 希腊语

内容简介

奥德修斯与尤麦俄斯交谈完毕并短暂入睡后,抵达伊塔卡海岸的忒勒玛科斯建议同伴忒科克吕梅诺斯投奔尤里马科斯。随后出现了阿波罗的使者鹰撕裂鸽子的吉兆,忒科克吕梅诺斯借此预言忒勒玛科斯家族将长盛不衰,于是忒勒玛科斯将客人托付给忠实的同伴佩莱奥斯,自己则动身前往牧猪人的住处。

§15.492πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος ἐνθάδʼ ἱκάνω.
如今,在漂泊过人类的许多城市之后,我来到了这里。
§15.493ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, §15.494καδδραθέτην δʼ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα· §15.495αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος.
” 他们便这样相互交谈着,他们睡得时间并不长,只有一会儿;因为美丽的金色玉座的黎明很快就到来了。
οἱ δʼ ἐπὶ χέρσου §15.496Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δʼ ἕλον ἱστὸν §15.497καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς· §15.498ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν· §15.499ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, §15.500δεῖπνόν τʼ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον.
而在陆地上,忒勒玛科斯的同伴们解开风帆,迅速降下桅杆,用桨将船划向停泊处;他们扔下抛锚石,系紧船尾缆绳;他们自己也跨步走到海浪拍击的水边,准备饭食并调制闪光的红酒。
§15.501αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, §15.502τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων· §15.503ὑμεῖς μὲν νῦν ἄστυδʼ ἐλαύνετε νῆα μέλαιναν, §15.504αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας· §15.505ἑσπέριος δʼ εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.
当他们满足了饮食的欲望之后,他们当中聪明睿智的忒勒玛科斯对他们开口说道: “你们现在把黑色的船只开往城市,而我将前往田野和牧人那里;到了傍晚,在巡视了我的田产之后,我就会下到城里去。
§15.506ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην, §15.507δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο.
明天早晨,我将为你们设宴,作为旅途的酬劳,款待一顿有肉和甘甜美酒的丰盛宴席。
§15.508τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής· §15.509πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω;
” 神一样的忒科克吕梅诺斯对他说: “亲爱的孩子,我该去哪里呢?
τεῦ δώμαθʼ ἵκωμαι
我该去谁家呢?
§15.510ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν;
在那些统治着险峻的伊塔卡的男子之中?
§15.511ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;
我是直接去你母亲和你自己的宅邸吗?
§15.512τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §15.513ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην §15.514ἔρχεσθʼ· οὐ γάρ τι ξενίων ποθή·
” 聪明睿智的忒勒玛科斯回答他说: “在别的情况下,我确实会请你到我们家里去;因为那里并不缺少款待客人的东西。
ἀλλὰ σοὶ αὐτῷ §15.515χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ §15.516ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʼ ἐνὶ οἴκῳ §15.517φαίνεται, ἀλλʼ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει.
但这对你来说会比较糟糕,因为我将不在家,我母亲也见不到你;因为她不常在宅内的求婚者面前露面,而是避开他们,在上层的房间里织布。
§15.518ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο, §15.519Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν, §15.520τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι· §15.521καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα §15.522μητέρʼ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.
但我可以向你推荐另一个你可以去投奔的人,那就是尤里马科斯,聪明睿智的波吕玻斯的显赫儿子,如今伊塔卡人都把他当作神一样看待;因为他是目前最优秀的人,而且最急切地想要娶我母亲并获取奥德修斯的尊荣。
§15.523ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων, §15.524εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.
但是,居住在清天之上的奥林匹斯宙斯确实知道这一点,他是否会在他们成婚之前,带给他们灾难的一天。
§15.525ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις, §15.526κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος·
” 当他正说着这话时,一只鸟飞到了他的右侧,那是一只鹰,阿波罗的敏捷使者。
ἐν δὲ πόδεσσι §15.527τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε §15.528μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.
在它的双爪中攫着一只鸽子正在拔毛,羽毛飘落到地上,正好落在船只和忒勒玛科斯本人的中间。
§15.529τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας §15.530ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· §15.531Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις §15.532ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.
忒科克吕梅诺斯将他拉到同伴们的旁边,握住他的手,开口对他说道: “忒勒玛科斯,这只在右侧飞行的鸟绝非无神意而至;因为我迎面看着它,便看出这是一只预兆之鸟。
§15.533ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο §15.534ἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί.
在伊塔卡的民众中,没有比你们更具王权相的氏族了,你们将永远强大。
§15.535τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §15.536αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
” 聪明睿智的忒勒玛科斯回答他说: “外乡人啊,但愿这话能够实现!
§15.537τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα §15.538ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
那样你很快就会感受到我的友谊,并从我这得到许多礼物,以至于任何遇到你的人都会称你为幸福的人。
§15.539ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον· §15.540Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα §15.541πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμʼ ἕποντο· §15.542καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν §15.543ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.
” 他接着对佩莱奥斯说道,他是他忠实的同伴: “克吕提乌斯之子佩莱奥斯啊,你在其他事情上最听我的话,在我们那些一同前往皮洛斯的伙伴们当中;如今请你把这位客人带去你家,殷勤款待,并给予敬重,直到我的到来。
§15.544τὸν δʼ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα· §15.545Τηλέμαχʼ, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι, §15.546τόνδε τʼ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.
” 名震枪矛的佩莱奥斯回答他说: “忒勒玛科斯,即使你要在这里停留很长时间,我也将照料他,绝对不会让他缺少款待。
§15.547ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δʼ ἑταίρους §15.548αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
” 他这样说完,登上了船,并命令他的同伴们也一起上船,并解开船尾的缆绳。
§15.549οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
他们迅速上船,并在桨座上坐下。
§15.550Τηλέμαχος δʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα, §15.551εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ, §15.552νηὸς ἀπʼ ἰκριόφιν· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.
忒勒玛科斯将美丽的凉鞋绑在脚下,并拿起他那装有锋利青铜尖头的强劲长枪,从船舱板上;而他们解开了船尾的缆绳。
§15.553οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε §15.554Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο· §15.555τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν, §15.556ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης §15.557ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς,
他们推舟离岸,驶向城市,正如那命令他们的人,神圣奥德修斯的亲爱儿子忒勒玛科斯所吩咐的那样;而他的双脚快速迈步向前,直到他来到了庭院,那里有他无数的猪群,优秀的牧猪人便宿在其中,对他的主人怀着温厚的情义。

词汇与语法注释

  1. §15.494καδδραθέτην — 动词 `καταδαρθάνω`(入睡)的第三人称双数不定过去时。其主语指前文中正在交谈的奥德修斯与尤麦俄斯两人。
  2. §15.506ὔμμιν — 第二人称复数代词与格的史诗及方言形式(相当于雅典方言的 `ὑμῖν`),在此作间接宾语(“给你们”)。
  3. §15.513ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην — 语气助词 `ἄν` 与希求语气 `κελοίμην`(源自 `κέλομαι`,“劝告、邀请”)结合,构成潜在希求语气(或虚拟条件句的结句),表示与当前事实相反的假设(“否则[如果不是当前情况],我定会请你到我家去”)。
  4. §15.540πείθῃ — 动词 `πείθω` 的中被动语态第二人称单数现在时直陈语气。在中动语态下,该词意为“服从、听从”,并支配前文中的与格代词 `μοι`,表示“你听从我的话”。

引用这一段

荷马, 奥德赛 §15.492-15.557. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:15.492-15.557

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。