§15.285ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ §15.286εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.
他在船尾坐下,并在他自己的身旁安排提奥克吕梅诺斯坐下;他们解开了船尾的缆绳。
特勒马科斯催促并吩咐他的同伴们动手整理船具;他们便极迅速地听从了。
§15.289ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης §15.290στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν, §15.291ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.
他们将冷杉木的桅杆抬起,立在空心的桅座中,并用前支索将其绑紧,用拧得很好的牛皮绳拉起白色的船帆。
§15.292τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη, §15.293λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα §15.294νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
灰眸的阿西娜为他们送来顺风,风势猛烈地吹过天空,好让飞奔的船只尽快横渡海水微咸的海洋。
§15.295βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.
他们驶过了克鲁诺伊和溪流美丽的卡尔基斯。
§15.296δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί· §15.297ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ §15.298ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
太阳西沉,所有的道路都隐入了阴影之中;船只在宙斯的风势促动下逼近斐阿斯,又驶过神圣的埃利斯,那里是厄裴俄斯人统治的地方。
从那里,他又将船头转向了那些疾驰的岛屿,心中盘算着自己究竟能逃脱死劫,还是会被俘获。
§15.301τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς §15.302δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.
此时,在木屋里,奥德修斯和高贵的猪倌正在进晚餐;他们身旁,其他的汉子们也一同用餐。
§15.303αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, §15.304τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων, §15.305ἤ μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι §15.306αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε· §15.307κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι· §15.308ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι §15.309πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.
待他们满足了吃喝的欲望之后,奥德修斯在他们中间开口说话,试探这位猪倌,看他是否还会殷勤地款待他,并劝他留在庄园里,还是会催促他前往城里: “现在请听我说,尤迈俄斯,以及其他所有的同伴们;清晨我渴望动身前往城里去乞讨,免得我让你和同伴们受累。
§15.310ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσον §15.311ὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ §15.312πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.
但请给我出个好主意,并派一个好的向导陪我同去,指引我到那里;至于城里,我自己会迫于生计四处流浪,看是否有人会施舍我一杯水和一口面包。
§15.313καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο §15.314ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ, §15.315καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην, §15.316εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες.
我还会前往神圣奥德修斯的府邸,向聪慧的佩涅罗佩传达消息,并挤进那些傲慢的求婚者之中,看他们是否会给我一顿饭吃,因为他们有数不尽的好东西。
§15.317αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν.
我会很快在他们中间,按照他们的意愿把各种活计干好。
§15.318ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· §15.319Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων §15.320ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει, §15.321δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος, §15.322πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι, §15.323δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι, §15.324οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.
因为我要告诉你,你且记下并听我说;凭着传令使赫尔墨斯的恩宠,他向所有凡人的劳作赐予体面和荣耀,在仆事和劳作上,没有其他凡人能与我竞争,无论是把火生得旺旺的,还是劈开干燥的柴火,或是切肉、烤肉以及斟酒,这一切正是下人伺候显贵们所做的事情。
§15.325τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα· §15.326ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα §15.327ἔπλετο;
” 猪倌尤迈俄斯啊,你听后深感痛心地回答他说: “哀哉,客人,你的心中怎会产生这样的念头?
ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι.
你这分明是极想在那里自寻死路。
如果你真的执意要闯入那群求婚者中间,他们的傲慢与暴行已经直冲铁铸的苍穹。
§15.330οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων, §15.331ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας, §15.332αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα, §15.333οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι §15.334σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν.
他们的仆人绝非你这般模样,而是那些身穿华美斗篷和衣衫的年轻人,他们的头发和俊美的脸庞总是抹着香油—— 正是他们在伺候着他们;那擦拭得光滑的桌子上总是摆满了面包、肉食和美酒。
§15.335ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι, §15.336οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.
不,留在这里吧;因为你的存在并不会让任何人感到厌烦,既不是我,也不是和我在一起的其他同伴。
§15.337αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός, §15.338κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει, §15.339πέμψει δʼ ὅππη σε κραδίη θυμός τε κελεύει.
而等奥德修斯亲爱的儿子来到时,他会送给你斗篷和衬衣穿戴,并送你去你心中所向往的任何地方。
§15.340τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς· §15.341αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο §15.342ὡς ἐμοί, ὅττι μʼ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.
” 饱经沧桑、神一般的奥德修斯随后回答他说: “尤迈俄斯啊,但愿你得到父神宙斯的喜爱,如同得到我的喜爱一样,因为你让我停止了流浪和痛苦的磨难。
§15.343πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν· §15.344ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν §15.345ἀνέρες, ὅν τινʼ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.
因为对凡人而言,没有比流浪更糟糕的灾难了;然而,为了那该死的肚子,人们不得不承受沉重的哀伤,只要流浪、困厄与痛苦降临到他的头上。
§15.346νῦν δʼ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας, §15.347εἴπʼ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο §15.348πατρός θʼ, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ, §15.349ἤ που ἔτι ζώουσιν ὑπʼ αὐγὰς ἠελίοιο, §15.350ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι.
但既然现在你挽留我并嘱咐我等候他,且来向我讲讲神一般的奥德修斯的母亲,以及他的父亲吧,那是他在离去时留在衰老门槛上的老人—— 他们是否还活在太阳的光芒之下,还是已经死去,进入了哈得斯的居所。