§15.215ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους §15.216ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε.
他说罢,便鞭策那头长满美丽鬃毛的双马返回皮洛斯人的城邑,很快就回到了宅第。
§15.217Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν· §15.218ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ, §15.219αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.
特勒马科斯则催促并吩咐他的同伴们: “同伴们,在黑船上把行装整理妥当,我们自己也登船吧,好让我们快些上路。
§15.220ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, §15.221αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
” 他这样说,他们便极乐意地听从并遵办,随即登船,在桨座上坐定。
§15.222ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ §15.223νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ §15.224τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς, §15.225μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν, §15.226ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων, §15.227ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων·
当特勒马科斯正在忙于这些事务,并祈祷、在船尾旁向阿西娜献祭时,一个外乡人走近了他的身旁,他是从阿耳戈斯因杀人而逃亡到这里的,是一位预言者;按其家系,他是梅兰波斯的后代,梅兰波斯昔日曾居住在羊群繁育的皮洛斯,他在皮洛斯人中极其富有,居住在十分宏伟的宅第里。
§15.228δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων §15.229Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων, §15.230ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν §15.231εἶχε βίῃ.
但那时他逃离家乡,来到了他人的土地,躲避那心胸高尚、生者中最显赫的涅琉斯,后者曾整整一年强行霸占他的大批财产。
ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο §15.232δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων §15.233εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης, §15.234τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.
在那期间,梅兰波斯在菲拉科斯的府邸里,被沉重的锁链束缚着,承受着巨大的痛苦,这是因为涅琉斯的女儿,以及那可怕的狂怒女神厄里倪俄斯放在他心头上的严重迷妄。
§15.235ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους §15.236ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς §15.237ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα §15.238ἠγάγετο πρὸς δώμαθʼ.
但他终于逃脱了死劫,将低声吼叫的牛群从菲拉刻赶到了皮洛斯,并向那神一般的涅琉斯的无耻行径实施了报复,且为他的兄弟迎娶了新娘回到宅第。
ὁ δʼ ἄλλων ἵκετο δῆμον, §15.239Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν §15.240ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν
而他自己则来到了他人的土地,牧马的阿耳戈斯;因为那里是他的宿命之地,让你住在那里,统治众多的阿耳戈斯人。
§15.241ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα, §15.242γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.
他在那里娶妻,建造了高耸的宅第,并生育了安提法忒斯和曼提俄斯这两个强壮的儿子。
§15.243Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον, §15.244αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον, §15.245ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων §15.246παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν, §15.247ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.
安提法忒斯生育了心胸高尚的奥伊斯勒斯,奥伊斯勒斯又生育了激励民众的安菲阿拉俄斯,提盾的宙斯和阿波罗发自内心地喜爱他,赋予他各种各样的慈爱;然而他未曾跨入老年的门槛,就因妇人的贿赂在底比斯丧生。
§15.248τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε.
他的儿子是阿尔克迈翁和安菲洛科斯。
§15.249Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε· §15.250ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς §15.251κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη·
曼提俄斯则生育了多吕斐得斯和克莱托斯;但金宝座的黎明女神劫走了克莱托斯,因为他的美丽,好让他位列于不死的神明之中。
§15.252αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων §15.253θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος·
而阿波罗则将那傲然的多吕斐得斯立为预言者,在安菲阿拉俄斯死后成为凡人中最杰出的预言家。
§15.254ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς, §15.255ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν.
他因对父亲动怒而迁移到了许佩雷西亚,在那里居住并向所有凡人进行预言。
§15.256τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ ἦεν, §15.257ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανεν §15.258σπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ,
他的儿子此时走了过来,名叫提奥克吕梅诺斯,他当时站在特勒马科斯身旁;他遇到了正在快速的黑船旁献祭并祈祷的特勒马科斯。
§15.259καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §15.260ὦ φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ, §15.261λίσσομʼ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα §15.262σῆς τʼ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται, §15.263εἰπέ μοι εἰρομένῳ νημερτέα μηδʼ ἐπικεύσῃς·
他对他开口,吐露了长着翅膀的话语: “朋友,既然我在这地方遇到正在献祭的你,我凭着这些祭品、神明,接着还凭着你自己的生命以及跟随你的同伴们的生命恳求你,对向你询问的我讲出真话,不要隐瞒:你是谁?
§15.264τίς πόθεν εἶς ἀνδρῶν;
来自何方?
πόθι τοι πόλις ἠδὲ τοκῆες;
你的城邑和父母在何处?
§15.265τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §15.266τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
” 聪慧的特勒马科斯随之回答他说: “那么,客人,我就非常真实地告诉你吧。
§15.267ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς, §15.268εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.
我出生于伊萨卡,我的父亲是奥德修斯,如果他曾存在过的话;但现在他已经惨痛地死去了。
因此,我现在带着同伴和黑船,前来探寻久无音讯的父亲的消息。
§15.271τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής· §15.272οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς §15.273ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε §15.274Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.
” 貌若神明的提奥克吕梅诺斯又对他说: “我也同样逃离了家乡,因为我杀死了同族的男子;在牧马的阿耳戈斯有许多他的兄弟和亲属,他们在阿开亚人中掌握着强大的权力。
§15.275τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν §15.276φεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι.
为了躲避他们的杀戮和黑色的死劫,我正在逃亡,因为现在在凡人中流浪是我的命运。
请让我登上你的船吧,因为我是作为逃亡的祈求者来向你恳求的,免得他们杀了我;因为我想他们正在追赶。
§15.279τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §15.280οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης, §15.281ἀλλʼ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν.
” 聪慧的特勒马科斯随之回答他说: “既然你愿意,我绝不会把你从我这平稳的船上赶走,来吧,跟着我们;在我们的家乡,我们会尽我们所有来款待你。
§15.282ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος, §15.283καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης·
” 他说罢,便接过了他的青铜矛,将其平放在两舷弯曲的船甲板上。
§15.284ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.
随后他自己也登上了航海的船只。