§14.135ἢ τόν γʼ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δʼ αὐτοῦ §14.136κεῖται ἐπʼ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.
或者鱼群已在海中将他吞食,而他的骨头正裹着厚厚的沙土,躺在大陆的岸边。
§14.137ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλε, φίλοισι δὲ κήδεʼ ὀπίσσω §14.138πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτʼ ἄλλον §14.139ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω, §14.140οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι §14.141οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί.
就这样,他在那里消逝了,给留下的所有亲友们留下了痛苦,尤其是给我;因为我再也找不到如此温良的主人了,无论我去往何方,即便我能再次回到父亲和母亲的家,那里是我最初出生、也是他们亲手抚养我的地方。
§14.142οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ §14.143ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ· §14.144ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
如今我也不再为他们如此哀伤,尽管我仍渴望用双眼在祖国的土地上看见他们;而是对逝去的奥德修斯的思念攫住了我的心。
§14.145τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν §14.146αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ· §14.147ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.
异乡人啊,即使他不在身边,我也羞于直呼其名;因为他曾极度疼爱我,在心中关怀着我;所以,即使他远在他方,我也尊称他为亲爱的兄长。
§14.148τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· §14.149ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα §14.150κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος· §14.151ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ, §14.152ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω §14.153αὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθʼ ἵκηται· §14.154ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά· §14.155πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.
” 历尽坎坷的伟大的奥德修斯回答他说: “朋友啊,既然你完全予以否认,坚称那个人再也不会回来,且你的心总是充满怀疑;但我不愿空口无凭地诉说,而要起誓表明,奥德修斯必定会归来;至于给我的捷报赏赐,就在他归来并抵达自己家园的那一刻兑现吧;请赐给我一件外套和长衫,作为体面的衣服;但在那之前,纵然我极其匮乏,我也绝不接受任何东西。
因为那因贫困妥协而编造谎言欺骗他人的人,对我而言就像哈得斯的大门一样可憎。
§14.158ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα, §14.159ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω· §14.160ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
如今,让众神中至高的宙斯、好客的餐桌,以及我所抵达的无瑕的奥德修斯的家灶作证:的确,这一切都将如我所说的那样得以实现。
§14.161τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς.
就在这同一个年头里,奥德修斯将会回到这里。
§14.162τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο, §14.163οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου §14.164ἐνθάδʼ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.
就在旧月将尽、新月伊始的时刻,他将归返家园,并惩罚那些在此地侮辱他的妻子和光荣之子的人。
§14.165τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· §14.166ὦ γέρον, οὔτʼ ἄρʼ ἐγὼν εὐαγγέλιον τόδε τίσω, §14.167οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος §14.168πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων §14.169μίμνησκʼ· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν §14.170ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.
” 猪倌欧迈奥斯啊,你回答他说道: “老人家,我既不会为此捷报支付赏赐,奥德修斯也再不会回到家园;你还是安心地喝酒吧,让我们谈论些别的事情,不要再让我提起这些事;因为每当有人提及我那可敬的主人,我的内心便会痛苦万分。
§14.171ἀλλʼ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς §14.172ἔλθοι ὅπως μιν ἐγώ γʼ ἐθέλω καὶ Πηνελόπεια §14.173Λαέρτης θʼ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.
不过,誓言的事我们就搁在一旁吧,但愿奥德修斯能如我所愿般归来,还有佩涅洛佩、老人莱尔特斯,以及神一样的特勒马科斯。
如今我又在为奥德修斯所生的那不凡的孩子—— 特勒马科斯而哀伤。
τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον, §14.176καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα §14.177πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν, §14.178τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας §14.179ἠέ τις ἀνθρώπων· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν §14.180ἐς Πύλον ἠγαθέην·
神明将他抚养长大,宛如一株幼苗,我曾以为他在众人之中绝不逊于他那亲爱的父亲,身形与相貌都令人赞叹,但不知是不朽神明中的哪一位,抑或是凡人,损害了他体贴的心思;于是他动身前往神圣的皮洛斯,探打父亲的下落。
τὸν δὲ μνηστῆρες ἀγαυοὶ §14.181οἴκαδʼ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται §14.182νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.
而那些傲慢的求婚者们正埋伏在他归家的途中,企图让神一样的阿尔克伊西奥斯的族脉在伊萨卡就此绝嗣,不留名声。
不过,关于他,我们还是暂且置之不理吧,看他是被捕获,还是得以逃脱,让克罗诺斯之子在上方对他伸出庇护之手。
§14.185ἀλλʼ ἄγε μοι σύ, γεραιέ, τὰ σʼ αὐτοῦ κήδεʼ ἐνίσπες §14.186καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ· §14.187τίς πόθεν εἶς ἀνδρῶν;
那么,老人家,请告诉我你自己的苦难,并向我如实相告,好让我能调查清楚:你是何许人也,来自何方?
πόθι τοι πόλις ἠδὲ τοκῆες;
你的城邦和父母又在何处?
§14.188ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο·
你又是乘着怎样的船来到这里的?
πῶς δέ σε ναῦται §14.189ἤγαγον εἰς Ἰθάκην;
水手们又是如何把你带到伊萨卡的?
τίνες ἔμμεναι εὐχετόωντο;
他们自称是什么人?
§14.190οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
因为我绝不相信你是徒步来到此地的。
§14.191τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς §14.192τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.
” 足智多谋的奥德修斯回答他说道: “既然如此,我必定会极为准确地向你说明这些事。
§14.193εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ §14.194ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι, §14.195δαίνυσθαι ἀκέοντʼ, ἄλλοι δʼ ἐπὶ ἔργον ἕποιεν· §14.196ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα §14.197οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ, §14.198ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
倘若如今我们两人能有一段时间,既有食物又有甜酒,安逸地待在这小屋之内,默默地享用盛宴,而让其他人去劳作;那么即便整整花上一年的时间,我也无法说尽我心中遭受的全部磨难,那些我因众神的意旨而经历过的种种苦痛。
§14.199ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,
我自认出生于宽广的克里特,