§14.402ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε §14.403εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα, §14.404ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα, §14.405αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην·
“外邦人啊,如此一来,在人们中间我的名望和美德在现在和将来都会得以确立,如果我,在把你迎进我的小屋并赐予你款待之后,却又把你杀死,夺去你宝贵的生命。
§14.406πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.
那样的话,此后我怎么可能满心欢喜地向克罗诺斯之子宙斯祈祷呢?
§14.407νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι §14.408εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.
但现在是晚餐时间了;希望我的伙伴们尽快进来,好让我们在小屋里准备一顿美味的晚餐。
§14.409ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, §14.410ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.
” 他们彼此这样说着话,没过多久,猪群和猪倌们就走了过来。
他们把母猪们关进平时睡觉的地方,入栏的猪群发出巨大的喧嚣声。
§14.413αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός· §14.414ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω §14.415τηλεδαπῷ·
高贵的猪倌向伙伴们高声喊道: “把猪里最好的一头牵来,好让我为远道而来的客人宰杀它。
πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν §14.416δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων· §14.417ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν.
我们自己也能得益,我们为了这些白獠牙的猪已经长久地忍受着劳苦,而其他人却白白吃掉我们的劳动成果。
” 他说着,用无情的青铜斧劈开木柴,他们牵来了一头非常肥胖的五岁雄猪。
§14.420τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης §14.421λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν· §14.422ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν §14.423ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν §14.424νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
他们让它站在炉火旁;而猪倌也没有忘记不朽的神明,因为他拥有一颗正直的心;他开始仪式,将白獠牙雄猪头上的毛投入火中,并向所有的神明祈祷,保佑足智多谋的奥德修斯能回到自己的家园。
他直起身子,用一根在劈柴时留下的橡木棒猛击雄猪;雄猪的生命便离开了它。
τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν· §14.427αἶψα δέ μιν διέχευαν· ὁ δʼ ὠμοθετεῖτο συβώτης, §14.428πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν, §14.429καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ, §14.430μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, §14.431ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα, §14.432βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης §14.433ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.
他们将其宰杀、烧毛,并迅速切开;猪倌将生肉作为初献之物,从各肢体开始,放在厚厚的脂肪上,撒上大麦粉,投入火中烧掉,接着把其余的肉切碎插在烤肉叉上,小心地烤熟,然后全部从叉上取下,堆放在肉案上;猪倌站起来进行切分,因为他的心懂得合理的分配。
§14.434καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων· §14.435τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ, §14.436θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ· §14.437νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν §14.438ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·
他把所有的肉均分成了七份;他祈祷着,把其中一份献给宁芙和迈亚之子赫尔墨斯,将其余的份子分给每一个人;他把白獠牙雄猪那整条的脊肉献给奥德修斯以表示敬意,从而使他的主人的心大为喜悦。
§14.439καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς· §14.440αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο §14.441ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις.
足智多谋的奥德修斯向他搭话说道: “尤迈奥斯啊,愿你像得到我的喜爱一样,也同样得到父神宙斯的喜爱,因为你竟然这样用上等的肉款待我这样一个沦落的人。
§14.442τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· §14.443ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε, §14.444οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει, §14.445ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα.
” 猪倌尤迈奥斯,你回答他并说道: “吃吧,神奇的客人,请享用这些现有的食物;神明会赏赐一些,也会保留一些,全凭他自己心中的意愿;因为神明无所不能。
§14.446ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι, §14.447σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ §14.448ἐν χείρεσσιν ἔθηκεν· ὁ δʼ ἕζετο ᾗ παρὰ μοίρῃ.
” 他说完,向永生的神明们献祭了初献之物,并奠了闪光的红葡萄酒,交到了毁城者奥德修斯的手中;奥德修斯坐在属于他自己的那一席上。
§14.449σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης §14.450αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος, §14.451νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος· §14.452πὰρ δʼ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.
给他们分派面包的是梅萨乌里奥斯,这个奴隶是在主人离去期间,猪倌自己独自一人在没有女主人和老莱尔特斯帮助的情况下买下的;他是他用自己的财物从塔菲奥斯人那里买来的。
§14.453οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
他们伸手拿取面前准备好的丰盛食物。
§14.454αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, §14.455σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον §14.456σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.
当他们满足了吃喝的欲望之后,梅萨乌里奥斯撤去了面包,他们便急忙去睡觉,因饱食了面包和肉而感到满足。
§14.457νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα Ζεὺς §14.458πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.
夜幕降临,那是一个无月的漆黑恶劣之夜,宙斯整夜下着雨,总是带着水分的强劲西风不停地刮着。
§14.459τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων, §14.460εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τινʼ ἑταίρων §14.461ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην· §14.462κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι, §14.463εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει §14.464ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι §14.465καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε, §14.466καί τι ἔπος προέηκεν ὅ περ τʼ ἄρρητον ἄμεινον.
奥德修斯在他们中间说话,试探着猪倌,看他是否会脱下自己的斗篷给他,或者催促伙伴中其他某个人这样做,因为猪倌极其关照他: “现在请听我说,尤迈奥斯以及所有其他的伙伴们,我要带着期盼说一句话;因为狂乱的酒在催促我,它甚至会促使极聪明的人大声歌唱,使人温柔地发笑,催促人起舞,甚至使人说出那些原本不该说的话。
§14.467ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.
但是既然我已经开了口,我就不再隐瞒。 ”