Humanitext Reader

荷马 · 奥德赛 §14.269-14.335

流落塞斯普罗蒂亚与奥德修斯的下落

第 99 段,共 173 段 · 希腊语

内容简介

奥德修斯叙述了他的虚构经历:在埃及战败后获国王免死,后被腓尼基人欺骗并遭遇海难,漂流到塞斯普罗蒂亚。在那里,国王斐冬告诉他奥德修斯本人已去往多多纳聆听宙斯神谕,并正在准备启程回国。

§14.269φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη §14.270μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
宙斯将可怕的败退抛给了我的同伴们,没有人敢于迎敌并坚守阵地;因为灾祸已从四面八方包围过来。
§14.271ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ, §14.272τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
在那里,他们用锋利的青铜杀死了我们中的许多人,并把其余活口带走,强迫他们做苦工。
§14.273αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα §14.274ποίησʼ—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν §14.275αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο— §14.276αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα §14.277καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός·
然而,宙斯亲自把这样一个念头放入了我的心中—— ——我真该当时死掉并去迎合我的命运,就在那埃及;因为直到现在痛苦依然在等待着我—— 我立刻从头上脱下了精制的头盔,卸下了肩上的盾牌,并将长矛从手中扔在一旁。
§14.278αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων §14.279καὶ κύσα γούναθʼ ἑλών· ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν, §14.280ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.
然后,我走到国王的战车马匹前,抱住并亲吻了他的双膝;他救了我并怜悯我,让我坐上他的战车,带着流泪的我回到家里。
§14.281ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν, §14.282ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην— §14.283ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνιν §14.284ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.
的确,有非常多的人手持白蜡木矛向我冲来,渴望杀死我——因为他们确实愤怒到了极点—— 但他将他们挡开,对宙斯的愤怒心存敬畏,那是庇护外邦人的宙斯之怒,他最憎恶恶行。
§14.285ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ ἄγειρα §14.286χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.
我在那里待了七年,积聚了许多财物,从埃及人中间;因为所有人都给予我。
§14.287ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν, §14.288δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς, §14.289τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει·
但当第八个循环往复的年份终于来到时,就在那时,来了一个懂得各种欺诈伎俩的腓尼基人,一个贪婪的恶棍,他早已对人们作了许多恶。
§14.290ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθα §14.291Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο.
他用花言巧语说服了我的心灵,把我带走,直到我们到达了腓尼基,那是他的房屋和财产所在之地。
§14.292ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.
我在那里和他一起住满了一个整年。
§14.293ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο §14.294ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, §14.295ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο §14.296ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι, §14.297κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.
但当月份和日子终于都满期时,年份又一次周而复始,季节来临,他骗我登上了一艘远洋的船只去往利比亚,策划了谎言,假装是要我与他一同运载货物,实际上却是要在那里把我卖掉,捞取一笔巨款。
§14.298τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.
我虽然心怀怀疑,但迫于无奈,还是乘船跟随了他。
§14.299ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ, §14.300μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον.
船顺着强劲而美妙的北风疾驰,从克里特岛上空的中部海域掠过;然而宙斯却在为他们策划着毁灭。
§14.301ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη §14.302φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα, §14.303δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων §14.304νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.
但当我们已经把克里特岛抛在身后,没有其他陆地显现,只有天空和海洋的时候,就在那时,克罗诺斯之子将一团乌云降下,笼罩在空心的船只上方,大海在它之下变暗。
§14.305Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν· §14.306ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ, §14.307ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες.
宙斯同时雷声大作,将霹雳打向船只;整艘船在宙斯雷霆的打击下剧烈旋转,并充满了硫磺的气味;所有人均从船上坠落。
§14.308οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν §14.309κύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον.
他们像海鸦一样,围绕着黑色的船,在波浪中漂浮起伏;神明夺走了他们的归途。
§14.310αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ, §14.311ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο §14.312ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.
然而,宙斯亲自把,尽管我心中满怀痛苦,青黑色船头的船只上巨大的桅杆放到了我的手里,好让我能再次逃离灾难。
§14.313τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.
我紧紧抱住桅杆,任凭毁灭性的狂风吹送。
§14.314ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ §14.315γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.
我被漂送了九天,在第十个漆黑的夜晚,巨大的翻滚波浪将我推向了塞斯普罗蒂亚人的土地。
§14.316ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων §14.317ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν §14.318αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον, §14.319χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός· §14.320ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.
在那里,塞斯普罗蒂亚人的国王斐冬接待了我,这位英雄慷慨无私;因为他亲爱的儿子前来,将因寒冷和疲惫而屈服的我带回了家中,用手将我扶起,直到到达他父亲的宅邸;并给我披上了斗篷和外套作为衣服。
§14.321ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε §14.322ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν, §14.323καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς, §14.324χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.
在那里,我听闻了奥德修斯的消息;因为国王说,他曾款待并礼遇了正返回亲爱祖国的奥德修斯,还给我展示了奥德修斯收集的所有财产,青铜、黄金以及苦心打磨的铁器。
§14.325καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι· §14.326τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
那些财物确实足够养活另一个人直到第十代;在这位君主的殿堂里存放着如此多的奇珍异宝。
§14.327τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο §14.328ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι, §14.329ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον §14.330ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.
而奥德修斯,国王说他已经去了多多纳,为了从神明的高大茂密的橡树中,聆听宙斯的心意,探讨他该如何返回伊萨卡的肥沃疆土,他已经离开了很久,究竟该公开回国还是秘密回国。
§14.331ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ, §14.332νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους, §14.333οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
他在家殿中献祭奠酒时,对我自己起誓说,船已下水,同伴们也已准备就绪,他们必将护送他回到亲爱的祖国土地。
§14.334ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς §14.335ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
但他先将我送走了;因为正巧有一艘船出发,那是塞斯普罗蒂亚人的船,前往盛产麦子的杜利基翁。

词汇与语法注释

  1. 14.274ὡς ὄφελον θανέειν — 变位动词 ὄφελον(此处为第一人称单数)与不定式 θανέειν(不定过去时主动语态)结合,表示过去未能实现的愿望。
  2. 14.283ἀπὸ κεῖνος ἔρυκε — 复合动词 ἀπερύκω(阻挡、驱离)中前缀 ἀπό 与动词主体 ἔρυκε 发生分离(tmesis)的现象,指示代名词 κεῖνος 插在两者之间。
  3. 14.296ἵνα οἱ σὺν φόρτον ἄγοιμι — 由表示目的的连词 ἵνα 引导的从句中,由于主句动词为过去时态(ἐέσσατο),因而使用了过去希求法动词 ἄγοιμι(用于副时态序列)。
  4. 14.325βόσκοι — 在不带助词 ἄν 的情况下使用的潜在希求法(potential optative)。主语是前文提到的财产(κτήματα),表示“这些财富甚至能养活另一个人直到第十代”的潜在可能性。
  5. 14.327βήμεναι — 动词 βαίνω 的强变化不定过去时主动语态不定式的荷马式及爱奥尼亚/爱奥利斯诗歌方言变体,相当于雅典方言中的 βῆναι。

引用这一段

荷马, 奥德赛 §14.269-14.335. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:14.269-14.335

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。