§14.200ἀνέρος ἀφνειοῖο πάϊς·
我是一个富人的儿子。
在我父亲的宅邸里,还有许多其他的儿子出生并被抚养长大,他们是他与本妻所生的嫡子。
ἐμὲ δʼ ὠνητὴ τέκε μήτηρ §14.203παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα §14.204Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι §14.205ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ
但生我的是一个买来的母亲,一个妾;然而,他对待我却与嫡子平等,许拉克斯之子卡斯托尔,我自认是他的后代,他在当时的克里特人中,因其繁荣、财富和光荣的儿子们,而被民众像神一样敬重。
§14.206ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν. §14.207ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι §14.208εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο §14.209παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο, §14.210αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν.
但是,死亡的命运女神们确实带走了他,送往哈得斯的府邸;而那些心高气傲的儿子们瓜分了他的财产并进行了抽签,但他们分给我的极少,只分配了一处住所。
§14.211ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων §14.212εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα §14.213οὐδὲ φυγοπτόλεμος·
即便如此,我还是娶了拥有许多田产之人的女儿为妻,这凭着我的勇气,因为我并非无用之辈,也不是战场上的懦夫。
νῦν δʼ ἤδη πάντα λέλοιπεν §14.214ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα §14.215γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.
但现在这一切都已离我而去;然而我想,即使你看着这残留的麦秆,也能认出昔日的景象,因为极大的苦难正缠绕着我。
§14.216ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη §14.217καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε §14.218ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων, §14.219οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ, §14.220ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον §14.221ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.
的确,阿雷斯和雅典娜赐予了我勇气和突破敌阵的力量;每当我为了设伏而挑选最优秀的战士,图谋给敌人带来灾难时,我那高傲的心从未预感到死亡,相反,我总是远远地冲在最前面,用长枪刺杀那些在速度上向我屈服逃跑的敌兵。
§14.222τοῖος ἔα ἐν πολέμῳ·
在战争中我曾是这样的人。
ἔργον δέ μοι οὐ φίλον ἔσκεν §14.223οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα, §14.224ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν §14.225καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί, §14.226λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται.
但农活并非我所喜,能抚养出光荣子嗣的家务琐事也同样不是;对我来说,心爱的总是那些配备了浆舵的船只、战争、精磨的长枪和箭矢,这些在别人眼里是令人毛骨悚然的悲惨之物。
§14.227αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν· §14.228ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.
但对我而言,这些却是心爱之物,大概是神明将其置入我的心中;因为不同的人喜欢不同的工作。
§14.229πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν §14.230εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν §14.231ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.
在阿开亚的子孙们踏上特洛伊的土地之前,我曾九次率领战士和快速航行的船只,远征异国之人,我得到了非常丰厚的战利品。
§14.232τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσω §14.233λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα §14.234δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.
从中我挑选了合意的东西,之后又通过抽签分得了许多;我的家产迅速增加,随后我在克里特人中变得令人敬畏且受人尊重。
§14.235ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς §14.236ἐφράσαθʼ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε, §14.237δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα §14.238νήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχος §14.239ἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις.
但是,当声音远播的宙斯策划了那条令人憎恶的道路,那条让许多人膝盖酥软的远征之路时,那时人们便催促我和名声显赫的伊多墨纽斯,率领船队前往伊利翁;没有任何办法可以拒绝,因为民众严厉的舆论束缚着我们。
§14.240ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν, §14.241τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν §14.242οἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς.
我们在那里战斗了九年,阿开亚的子嗣们,在第十年,我们攻破了普里阿摩斯的城市,乘船踏上归途,而神明却使阿开亚人散落各处。
§14.243αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς· §14.244μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν §14.245κουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα §14.246Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι, §14.247νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.
然而,充满智谋的宙斯却为可怜的我策划了灾难;因为我仅留在家中一个月,享受着孩子们、结发的妻子以及财产带来的快乐;但随后我的心催促我驾船前往埃及,同神一样的同伴们一起,把船只装备妥当。
§14.248ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός.
我装备了九艘船,人们迅速聚集起来。
§14.249ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι §14.250δαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον §14.251θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.
随后的六天里,我那些忠诚的同伴们尽情宴饮;而我提供了许多祭品,既供奉神明,也供他们自己准备宴席。
§14.252ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης §14.253ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ §14.254ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι §14.255νηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοι §14.256ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.
第七天,我们从宽广的克里特启航,顺着强劲而美妙的北风航行,极其平稳,就像顺流而下一般;我的船只没有一艘受损,我们都安然无恙、无病无灾地坐着,风和舵手们引导着它们直行。
§14.257πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα, §14.258στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
第五天,我们到达了水流平缓的埃及,我把两舷弯曲的船只停泊在埃及河中。
§14.259ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους §14.260αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι, §14.261ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι· §14.262οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ, §14.263αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς §14.264πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα, §14.265αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.
那时,我确实命令忠实的同伴们留在船旁守卫船只,并催促哨兵去往瞭望台观察;但他们放纵于骄横,听凭自己的血气,立刻开始洗劫埃及人极其美丽的田野,抢走他们的妻子和幼儿,并杀害男人们;呼救声很快传到了城里。