§11.428ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·
竟然将这样的恶行装在心里。
正如她也策划了那件可耻的事,杀害了与之成婚的丈夫。
ἦ τοι ἔφην γε §11.431ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν §11.432οἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖα §11.433οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω §11.434θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.
我原以为我会受到孩子们和仆人们的欢迎,回到家中;但她心怀极度的阴险,将耻辱泼洒在自己身上,也泼洒在未来所有的女性身上,哪怕是那些行善的女人。
§11.435ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
他这样说,而我回答并对他说: “哎呀!
§11.436ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς §11.437ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς §11.438ἐξ ἀρχῆς·
宽宏的宙斯确实极其痛恨阿特柔斯的一代,从一开始就因女人们的阴谋而极其憎恨他们。
Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί, §11.439σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.
为了海伦,我们有许多人丧生,而对于你,当你远在他乡时,克吕泰涅斯特拉为你设下了诡计。
§11.440ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε· §11.441τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι· §11.442μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ ἐὺ εἰδῇς, §11.443ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.
” 我这样说,而他立刻回答并对他说: “因此,现在你绝不要对你的妻子过于温柔;不要把你知道的所有事情都告诉她,而是说出一部分,另一部分保持隐瞒。
§11.444ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός· §11.445λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε §11.446κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
但在你身上,奥德修斯,绝不会因你的妻子而遭遇死难;极其聪明,且在心中明白高尚的道理,伊卡里奥斯的女儿、聪慧的珀涅罗珀。
§11.447ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς §11.448ἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ §11.449νήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ, §11.450ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών, §11.451καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.
确实,当我们出发去参战时,留在了家中;当时她怀中还有一个吃奶的婴孩,如今想必已列入成年男子的行列,真是幸福的人;因为他亲爱的父亲归来时定会见到他,而他也将拥抱父亲,正如常理所该。
§11.452ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις §11.453ὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.
但我的妻子甚至没有让我用双眼饱览我的儿子;在此之前,她就将我亲身杀害。
§11.454ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· §11.455κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν §11.456νῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.
还有一件事我要告诉你,你且记在心头:要秘密地、而不是公开地,将船驶入你那心爱的祖国土地;因为女人已不再值得信任。
§11.457ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, §11.458εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο, §11.459ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι, §11.460ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ· §11.461οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.
不过,来吧,请告诉我这件事并准确地陈述,你们是否在何处听闻我那儿子还活着的音讯,是在奥尔科梅诺斯,还是在沙尘漫漫的皮洛斯,又或者是在广阔斯巴达的梅内劳斯身旁;因为神圣的奥雷斯特斯还没有在人世间死去。
” 他这样说,而我回答并对他说: “阿特柔斯之子,你为何向我查问这些?
οὐδέ τι οἶδα, §11.464ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
我一无所知,他是活着还是已经死去;说空洞无物的话是不好的。
§11.465νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν §11.466ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες· §11.467ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος §11.468καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο §11.469Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε §11.470τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
” 我们原先就这样用凄惨的言语交谈着,满怀忧伤,热泪滚滚;这时,佩琉斯之子阿喀琉斯的亡灵走了过来,还有帕特罗克洛斯,以及无瑕的安提洛科斯,还有埃阿斯,他在外貌和体魄上都是除去无瑕的佩琉斯之子以外,所有其他达那奥斯人中最优秀的。
§11.471ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο §11.472καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· §11.473διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, §11.474σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;
捷足的埃阿科斯后裔的亡灵认出了我,悲叹着,用带翼的言辞对我说: “宙斯所生的拉尔特斯之子,足智多谋的奥德修斯,胆大妄为的人,你还要在心中策划什么更惊人的举动?
§11.475πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ §11.476ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;
你怎敢下到哈得斯的地界,那里居住着无知无觉的死者,那些逝去凡人的幻影?
§11.477ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· §11.478ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν, §11.479ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν §11.480εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην· §11.481οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς §11.482γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά.
” 他这样说,而我回答并对他说: “噢,阿喀琉斯,佩琉斯之子,阿开亚人中最伟大的人,我因求助于提瑞西阿斯而来,看他能否提出什么建议,好让我能回到崎岖的伊萨卡;因为我还不曾临近阿开亚土地,也还不曾踏上我自己的国土,而是始终遭受着苦难。
σεῖο δʼ, Ἀχιλλεῦ, §11.483οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.
但是,阿喀琉斯,以前不曾有谁比你更幸福,以后也绝不会有。
§11.484πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν §11.485Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν §11.486ἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.
因为从前,当你活着时,我们阿耳戈斯人视你如神明般敬重,而现在,你又在此处强有力地统治着死者;因此,阿喀琉斯,切不要因死去而忧伤。
§11.487ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε· §11.488μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.
” 我这样说,而他立刻回答并对他说: “不要对我宽慰死亡,光荣的奥德修斯。
§11.489βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ, §11.490ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη, §11.491ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.
我宁愿在人间当个雇工,听从他人驱使,即使那是个没有产业、没有多少家当的穷人,我也不愿统治所有这些消逝了的死者。