§11.569χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν, §11.570ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα, §11.571ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ.
手持金杖,为死者们裁决,他正坐着,而死者们在他们的王身边请求裁决,有的坐着,有的站着,在这宽门的海底斯府邸中。
§11.572τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησα §11.573θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα, §11.574τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι §11.575χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.
在他之后我看见了巨大的奥里翁,在水仙平原上驱赶着野兽,那些是他亲自在人迹罕至的山中斩杀的,他手里拿着一根纯青铜铸造、永不折断的棍棒。
§11.576καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν, §11.577κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα, §11.578γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον, §11.579δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί· §11.580Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν, §11.581Πυθώδʼ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.
我还看见了显赫大地的儿子提堤俄斯,躺在地上;他横跨九个普勒特戎的地面,两只秃鹫坐在他的两侧,啄食着他的肝脏,伸入内脏膜中,但他并没有用双手去防卫;因为他曾冒犯了勒托,宙斯那荣耀的配偶,当她穿过舞场优美的帕诺佩乌斯前往皮托时。
§11.582καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα §11.583ἑστεῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ· §11.584στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι· §11.585ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων, §11.586τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ §11.587γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.
我还看见了承受着极度痛苦的坦塔洛斯,他站在一个池塘里;水面直逼他的下巴;他干渴难耐,挣扎着想喝,却无法取水饮用;因为每当这位老人俯下身,渴望痛饮时,水就会被吸干并消失,在他的脚下显露出黑色的土地,神明将其烤干。
§11.588δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν, §11.589ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι §11.590συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι· §11.591τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι, §11.592τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.
高耸的树木从他头顶垂下累累果实,梨树、石榴树以及结满鲜艳果实的苹果树,还有甜美的无花果和繁茂的橄榄树;每当这位老人伸手去抓取它们时,风就会将它们吹向阴暗的云层。
我还看见了承受着极度痛苦的西绪福斯,他双手托着一块巨大的岩石。
§11.595ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε §11.596λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλʼ ὅτε μέλλοι §11.597ἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς· §11.598αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.
的确,他用双手双脚抵住岩石,将岩石向上推往山顶;但当他将要推过山顶时,一股强大的力量便将它转回;随后那块无情的岩石又一次滚落到平地。
§11.599αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼς §11.600ἔρρεεν ἐκ μελέων, κονίη δʼ ἐκ κρατὸς ὀρώρει.
而他则全身紧绷着再次将它推回,汗水从他的四肢流下,尘土从他的头上扬起。
§11.601τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην, §11.602εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι §11.603τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην, §11.604παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.
在他之后我看见了伟大的赫拉克勒斯,他的幻影;因为他自己已经置身于不朽的神明之中,享受着宴乐,娶了美踝的赫柏为妻,她是伟大的宙斯和金凉鞋的赫拉的女儿。
§11.605ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς, §11.606πάντοσʼ ἀτυζομένων· ὁ δʼ ἐρεμνῇ νυκτὶ ἐοικώς, §11.607γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν, §11.608δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.
在他周围,死者们发出如鸟群般吵闹的啼鸣,惊恐地四散奔逃;而他如同黑夜,手持裸弓,弦上搭着箭,狰狞地窥视着,永远像一个正要射击的人。
§11.609σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ §11.610χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο, §11.611ἄρκτοι τʼ ἀγρότεροί τε σύες χαροποί τε λέοντες, §11.612ὑσμῖναί τε μάχαι τε φόνοι τʼ ἀνδροκτασίαι τε.
在他的胸部周围,系着一条可怕的肩带,那是一条金带,上面雕刻着惊人的神妙工艺,熊、野猪和目光炯炯的狮子,还有冲突、战争、杀戮和对人类的屠杀。
愿那以自身技艺构思出那条带子的工匠,既然已用其巧手制出此物,便再也不要制作其他任何东西。
§11.615ἔγνω δʼ αὖτʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν, §11.616καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· §11.617διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, §11.618ἆ δείλʼ, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις, §11.619ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο.
当他亲眼看见我时,他也认出了我,并怜悯地对我说了这些长了翅膀的话: “神明所生的拉埃尔特斯之子,足智多谋的奥德修斯,啊,不幸的人,难道你也承受着某种悲惨的命运,就如我昔日在阳光之下所忍受的那样?
§11.620Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺν §11.621εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ §11.622δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.
我曾是克罗诺斯之子宙斯的儿子,但我却承受着无尽的痛苦;因为我被一个远不如我的凡人所屈服,他向我施加了重重艰难的劳役。
§11.623καί ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντʼ· οὐ γὰρ ἔτʼ ἄλλον §11.624φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον· §11.625τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο· §11.626Ἑρμείας δέ μʼ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.
有一次他派我来到这里带走那只地狱犬;因为对他来说,他再也想不出还有比这更艰难的劳役来磨难我;而我将它带走,并从海底斯那里领了出来;赫耳墨亚斯和明眸的雅典娜引导着我。
§11.627ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω, §11.628αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτʼ ἔλθοι §11.629ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.
” 他这样说着,便再次走回海底斯的府邸中,而我则坚定地留在原处,看看是否还有其他英雄们会来,那些在从前就已经死去的人。
§11.630καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ, §11.631Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα· §11.632ἀλλὰ πρὶν ἐπὶ ἔθνεʼ ἀγείρετο μυρία νεκρῶν §11.633ἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει, §11.634μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου §11.635ἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια.
我本还可以看见更多我所渴望见到的先辈英雄,忒修斯和庇里托俄斯,神明们显赫的子嗣;但在这之前,成千上万的死者部落聚集过来,发出惊人的喧嚣;而苍白的恐惧攫住了我,唯恐高贵的珀耳塞福涅从海底斯那里向我派来那个可怕怪物的戈耳工首级。
§11.636αὐτίκʼ ἔπειτʼ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους §11.637αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
于是我立刻走向船只,吩咐我的伙伴们他们自己也登船并解开船尾的缆绳。
§11.638οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
他们迅速登船,并在桨座上坐下。