Humanitext Reader

荷马 · 奥德赛 §11.213-11.285

死者的法则与冥界显现的高贵妇人之魂

第 76 段,共 173 段 · 希腊语

内容简介

奥德修斯从母亲处得知冥界的法度,即死者的灵魂失去肉身、如梦般飘荡。随后在珀耳塞福涅的促使下,诸多神话中有名的高贵妇人灵魂接连显现,他依次见到了堤洛、安提俄佩等人。

§11.213ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνεια §11.214ὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;
“或者,尊贵的珀耳塞福涅为何向我送来这幻影,好让我更加悲叹和呻吟?
§11.215ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ· §11.216ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν, §11.217οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει, §11.218ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν· §11.219οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν, §11.220ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο §11.221δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός, §11.222ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται.
” 我这样说,而我那尊贵的母亲立时回答: “唉,我的孩子,万民之中最不幸的人啊,宙斯的女儿珀耳塞福涅绝非在欺骗你,但这正是凡人的本然状态,在有人死去之时;因为肌腱不再将肌肉与骨骼维系在一起,而是那燃烧着熊熊烈火的强暴力量将其摧毁,一旦生命首先离开了白骨,而灵魂则像梦境般飞逝,四处飘荡。
§11.223ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα §11.224ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.
但请尽快向往光明吧;这一切你都要牢记在心,以便日后向你的妻子述说。
§11.225νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ γυναῖκες §11.226ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια, §11.227ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.
” 我们二人如是言语相交,而那些妇人们走了过来,因为尊贵的珀耳塞福涅促她们前来,她们全是豪杰的妻子与女儿。
§11.228αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο, §11.229αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.
她们成群结队地聚集在乌黑的鲜血周围,而我则盘算着如何向她们一一询问。
§11.230ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· §11.231σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ §11.232οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.
而在我心中,这个办法似乎最妙:我从壮硕的大腿旁拔出长刃宝剑,不容她们所有人同时吸饮乌黑的鲜血。
§11.233αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη §11.234ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας.
于是她们依次上前,每个人表明自己的出身;而我向她们一一探询。
§11.235ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν, §11.236ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι, §11.237φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο· §11.238ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο, §11.239ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι, §11.240καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.
在那里,我首先见到了出身名门的堤洛,她自言是完美无瑕的萨尔莫纽斯的后代,并声称自己是埃奥洛斯之子克雷修斯的妻子;她曾爱上了神圣的埃尼培乌斯河,那是大地上奔流的最美丽的河流,她常去到埃尼培乌斯那美丽的溪流旁。
§11.241τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος §11.242ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος· §11.243πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον, §11.244κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.
于是,抱持大地、震动大地的神化身为这河水,在漩涡激荡的河口处,与她并肩同寝;一波暗紫色的巨浪如山一般耸立在他们周围,弯曲起来,遮蔽了神明和那凡尘的妇人。
§11.245λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν.
他解开了她的处女贞带,并将睡眠倾注于她身上。
§11.246αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα, §11.247ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· §11.248χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ ἐνιαυτοῦ §11.249τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ §11.250ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.
然而当神明完成了欢爱之事,他便紧握住她的手,吐露真言,呼唤她的名字说: “欢欣吧,妇人,因这爱;在岁月的流转中你必生下光彩夺目的子嗣,因为不死神明同榻绝非徒劳无果;你要看顾并抚育他们。
§11.251νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς· §11.252αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.
现在你且回家去,克制自己,切莫说出名字;但我告诉你,我便是震地之神波塞冬。
§11.253ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
” 他这样说着,便潜入波涛汹涌的大海之下。
§11.254ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα, §11.255τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην §11.256ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ §11.257ναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι.
而她怀孕并生下了佩里阿斯和内琉斯,这两人双双成为了伟大宙斯的强悍仆人;其中,佩里阿斯居住在辽阔的约尔科斯,拥有无数羊群,而另一人则住在多沙的皮洛斯。
§11.258τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν, §11.259Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην.
那妇人中的王后,又给克雷修斯生了其他的孩子,即埃松、斐瑞斯以及好战车的阿密塔翁。
§11.260τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα, §11.261ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι, §11.262καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε, §11.263οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο, §11.264πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο §11.265ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.
在其后,我见到了安提俄佩,阿索波斯的女儿,她声称自己曾在宙斯的怀抱中安睡,并生下了两个儿子,安菲翁与仄托斯,他们最先创建了七门底比斯的基业,并筑起城墙,因为若无城墙,他们就无法在这广阔的底比斯安居,尽管他们无比强悍。
§11.266τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν, §11.267ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα §11.268γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα· §11.269καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα, §11.270τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.
在其后,我见到了阿尔克墨涅,安菲特律翁的妻子,她与伟大宙斯的怀抱交合,生下了心志坚毅、勇如猛狮的赫拉克勒斯;还有梅佳拉,高傲的克瑞翁的女儿,安菲特律翁之子——那力量永不衰竭的人娶了她为妻。
§11.271μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην, §11.272ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο §11.273γημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας §11.274γῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.
我又见到了俄狄浦斯的母亲,美丽的埃庇卡斯忒,她因心灵的愚昧而做下滔天大罪,嫁给了自己的儿子;而他在杀害了自己的父亲后娶了她;但神明立时将这些事在人间昭雪。
§11.275ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων §11.276Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς· §11.277ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο, §11.278ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου, §11.279ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσω §11.280πολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.
然而,他仍在可爱的底比斯承受着痛苦,因神明毁灭性的旨意而统治着卡德摩斯人;而她则走向了门禁森严、强悍的哈得斯的府邸,在居高临下的梁柱上系起了一根致命的绞索,因其痛苦而不得自拔;她只给那人留下了极其深重的灾祸,尽显母亲之复仇女神所能降下的一切惩罚。
§11.281καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς §11.282γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα, §11.283ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο, §11.284ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν· §11.285ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,
我又见到了绝美的克罗里斯,昔日内琉斯因其美色而娶她为妻,为此他曾赠予无数的聘礼,她是伊阿索斯之子安菲翁最年轻的女儿,此人昔日曾凭武力统治着弥倪阿斯的奥尔霍墨诺斯;而她是皮洛斯的王后,并为他生下了光彩夺目的儿女,

词汇与语法注释

  1. 11.218δίκη — 名词 δίκη 在此并非指“正义”或“审判”,而是指凡人不可避免的“规矩”或“本然状态”。接下来的 ὅτε κε θάνῃσιν(ὅτε κ源于 ὅτε κεν + 虚拟语气)表示一般条件句:“每当有人死去时”。
  2. 11.241τῷ δʼ ἄρα εἰσάμενος — 与格指示代词 τῷ 指代前一行的埃尼培乌斯河。εἰσάμενος 是动词 εἴδομαι(相似、化身)的不定过去时中动分词,支配与格,意为“化身为那条河(与其相似)”。主语是下一行的“震地之神(波塞冬)”。
  3. 11.250κομέειν ἀτιταλλέμεναί τε — 两个不定式——现在时主动的 κομέειν 和史诗型现在时主动的 ἀτιταλλέμεναί,皆用作命令语气的“命令性不定式”(infinitivus pro imperativo),指示第二人称主语(堤洛)去看顾并抚育孩子们。
  4. 11.280μητρὸς Ἐρινύες — 属格 μητρὸς 是“主格性属格”(subjective genitive),意为“由母亲(埃庇卡斯忒)所唤起(或因母亲而起)的复仇女神们”,指因母亲的惨死或愤怒而降临在俄狄浦斯身上的惩罚执行者。

引用这一段

荷马, 奥德赛 §11.213-11.285. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:11.213-11.285

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。