§11.74ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν, §11.75σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης, §11.76ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.
不,请将我和我所拥有的一切武具一同焚化,并在灰白色的海滩上为我筑起一座坟冢,作为一不幸之人的留念,好让后世之人得以传闻。
§11.77ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν, §11.78τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν.
为我完成这些事吧,并把我的桨插在坟墓上,那是我活着时,同伴们在一起用来划水的桨。
§11.79ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· §11.80ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.
」他这样说,而我则回答并对他说:「可怜的人啊,我必会为你完成并履行这些事。
§11.81νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν §11.82ἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων, §11.83εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν·
」我们两人就这样交谈着凄凉的言语,相对而坐,我坐在一旁,把剑横在血口上方,另一旁则是同伴的幻影,滔滔不绝地诉说着。
§11.84ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης, §11.85Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια, §11.86τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.
随后走来的是我那亡母的灵魂,伟大的奥托吕科斯之女安提克勒娅,她是我当年出发前往神圣的伊利奥斯时,留在人世间的。
§11.87τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ· §11.88ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων, §11.89αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
见到她时我流下泪水,并在心中怜悯她;但即便如此,尽管我悲痛万分,也绝不允许她先靠近鲜血,直到我向泰累西阿斯求问完毕。
§11.90ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο §11.91χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν· §11.92διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, §11.93τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο §11.94ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;
接着走来的是底比斯人泰累西阿斯的灵魂,手持金质权杖,他认出了我,并开口对我说:「宙斯所生的拉厄耳忒斯之子,足智多谋的奥德修斯,可怜的人啊,你为何再次离开太阳的光芒,来到这无乐之地看望死者?
且退离深坑,收起你那锐利的宝剑,好让我吸饮鲜血,向你吐露真言。
」他这样说,而我退后一步,将那柄银钉宝剑插入了鞘中。
ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν, §11.99καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων· §11.100νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ· §11.101τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω §11.102λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ §11.103χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
在他吸饮了黑红的鲜血之后,那时,这位完美的先知便用言语向我开口:「光荣的奥德修斯,你寻求甜蜜的归途;但神明会让它充满艰辛;因为我不认为你能避开震撼大地者的耳目,他已对你心怀愤怒,因你刺瞎了他心爱的儿子而怨恨你。
§11.104ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε, §11.105αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων, §11.106ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα §11.107Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον, §11.108βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα §11.109Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.
但即便如此,在遭受万般磨难之后,你们或许仍能抵达,只要你愿意克制你自己的心志以及同伴们的心志,当你最初将那艘造得坚固的船靠向斯里纳基亚岛时,在逃离那紫红的大海之后,并在那里发现正在吃草的牛群和肥美的羊群,它们属于那洞察一切、倾听一切的太阳神。
§11.110τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι, §11.111καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε· §11.112εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον, §11.113νηί τε καὶ ἑτάροις.
如果你让它们免受伤害,一心只想着归途,尽管遭受磨难,你们或许仍能回到伊萨卡;但如果你伤害了它们,那我便预言你的毁灭,不仅是你的船只,还有你的同伴。
αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς, §11.114ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους, §11.115νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ, §11.116ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι §11.117μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.
即便你自己得以幸免,失去了所有的同伴,在搭乘异乡之船后,迟缓且凄惨地归去;并且你会在家中发现灾难,那些傲慢无礼的人,他们吞食着你的家产,向你那如神般的妻子求婚,并献上聘礼。
§11.118ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών· §11.119αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι §11.120κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ, §11.121ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν, §11.122εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν
但你回去后,必会惩罚他们的暴行;而当你在自己的府邸里,无论是用计谋,还是用锐利的青铜公开杀死他们之后,那就带上一只轻便的桨启程前行,直到你来到那些不知大海为何物的人们中间。
§11.123ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν· §11.124οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους §11.125οὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
他们不吃掺了盐的食物,也不晓得红颊的船只,同样不晓得轻便的桨——那是船只的双翼。
§11.126σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει· §11.127ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης §11.128φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ, §11.129καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν, §11.130ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι, §11.131ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον, §11.132οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβας §11.133ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, §11.134πᾶσι μάλʼ ἑξείης.
我会告诉你一个极其明显的标志,你绝不会错过它:当另一位行路人迎面遇到你,说你那光彩的肩膀上正扛着一把打麦的箕子时,那时你便将这轻便的桨插在泥土里,向主宰波塞冬献上美好的祭品:一头公羊、一头公牛,和一头跨骑母猪的公猪,然后返回家园,向居住在辽阔天空的不朽的神明献上神圣的百牛大祭,依次向所有的神明奠祭。
θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ §11.135ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ §11.136γήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ §11.137ὄλβιοι ἔσσονται.
而你自己的死亡将会从远离海洋的地方,以极尽安详的方式降临,带走你的生命,那时你已在富足的晚年中安享天年;而你的子民亦会幸福安康。
τὰ δέ τοι νημερτέα εἴρω.
我向你吐露的皆是真言。
§11.138ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· §11.139Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.
」他这样说,而我则回答并对他说:「泰累西阿斯,这些想必都是神明亲自纺出的命运。
§11.140ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· §11.141μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης· §11.142ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸν §11.143ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.
但请告诉我这件事,并如实道来:我看见我那亡母的灵魂就在这里;她默默地坐在鲜血近旁,既不敢直视她自己的儿子,也不敢与他交谈。
§11.144εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;
主帅啊,请告诉我,她该如何认出我就是她的儿子呢? 」