Humanitext Reader

荷马 · 伊利亚特 §9.642-9.713

阿喀琉斯的最终拒绝与使团复命

第 82 段,共 226 段 · 希腊语

内容简介

针对埃阿斯的劝说,阿喀琉斯重申了对阿伽门农的愤怒并拒绝了提议。使者们返回向阿伽门农复命,面对陷入沮丧的阿开亚人,迪奥墨得斯挺身而出激励众人准备明天的战斗。

§9.642κήδιστοί τʼ ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί.
在所有阿开亚人中,成为与你最亲近、最珍爱的友人。
§9.643τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· §9.644Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν §9.645πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι· §9.646ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων §9.647μνήσομαι ὥς μʼ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν §9.648Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.
” 捷足的阿喀琉斯回答他说道: “阿阿斯,宙斯所生的忒拉蒙之子、众民的领袖,你所说的一切,似乎都甚合我的心意;但每当我想到那些事,我的心便因愤怒而膨胀,想到阿特柔斯之子如何在阿耳戈斯人面前羞辱我,仿佛我是一个毫无尊严的流浪寄居者。
§9.649ἀλλʼ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε· §9.650οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος §9.651πρίν γʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον §9.652Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι §9.653κτείνοντʼ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας.
但你们回去吧,把我的答复带回去:因为我绝不考虑那血腥的战争,除非睿智的普里阿摩斯之子、神圣的赫克托尔,攻到米尔弥冬人的营帐和船只前,杀戮阿耳戈斯人,并用烈火烧毁船只。
§9.654ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ §9.655Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.
但在我的营帐和黑色船只周围,我想,纵使赫克托尔多么渴望战斗,也将被迫罢手。
§9.656ὣς ἔφαθʼ, οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον §9.657σπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δʼ Ὀδυσσεύς.
” 他说完,他们各自拿起双耳金杯,奠酒之后,沿着船只往回走去;由奥德修斯领路。
§9.658Πάτροκλος δʼ ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε §9.659Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα.
帕特罗克洛斯则吩咐战友和女仆们,尽快为菲尼克斯铺设厚实的睡榻。
§9.660αἳ δʼ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε §9.661κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον.
她们遵命照办,铺好了床铺,铺上羊皮、毯子和细麻布被单。
§9.662ἔνθʼ ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν.
那老人便躺在那里,等待神圣的黎明。
§9.663αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου· §9.664τῷ δʼ ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε, §9.665Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος.
与此同时,阿喀琉斯在建造稳固的营帐深处入睡;在他身边躺着一个女人,是他从莱斯博斯带回来的,弗尔巴斯之女、面颊美丽的迪奥墨得。
§9.666Πάτροκλος δʼ ἑτέρωθεν ἐλέξατο· πὰρ δʼ ἄρα καὶ τῷ §9.667Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς §9.668Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον.
帕特罗克洛斯在另一侧躺下,躺在他身边的则是束着精美腰带的伊菲斯,那是神圣的阿喀琉斯赠予他的,在他攻克了埃纽乌斯的险峻城池斯库罗斯之时。
§9.669οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο. §9.670τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν §9.671δειδέχατʼ ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τʼ ἐρέοντο· §9.672πρῶτος δʼ ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· §9.673εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν §9.674ἤ ῥʼ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ, §9.675ἦ ἀπέειπε, χόλος δʼ ἔτʼ ἔχει μεγαλήτορα θυμόν;
当他们来到阿特柔斯之子的营帐时,阿开亚的子孙们手捧着金杯,纷纷站起身来迎接他们,并向他们询问消息;人民的国王阿伽门农最先开口询问: “快告诉我吧,备受赞誉的奥德修斯,阿开亚人的伟大荣耀,他是否愿意帮船队驱退敌人的烈火,还是他断然拒绝,而愤怒依然统治着他高傲的心灵?
§9.676τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· §9.677Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον §9.678κεῖνός γʼ οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλʼ ἔτι μᾶλλον §9.679πιμπλάνεται μένεος, σὲ δʼ ἀναίνεται ἠδὲ σὰ δῶρα.
” 饱经沧桑的神圣奥德修斯回答他说道: “最光荣的阿特柔斯之子、众民的国王阿伽门农,他无意平息怒火,反而更加充满了怒气,拒绝你以及你的礼物。
§9.680αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν §9.681ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν· §9.682αὐτὸς δʼ ἠπείλησεν ἅμʼ ἠοῖ φαινομένηφι §9.683νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν ἀμφιελίσσας.
他让你自己在阿耳戈斯人中商讨,如何才能拯救船队和阿开亚的子民;而他自己则声称,一旦黎明破晓,便要把他那桨座完备、两舷弯曲的船只推入大海。
§9.684καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι §9.685οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ §9.686Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς §9.687χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.
甚至他还说,自己会劝告其他人乘船重返家园,因为你们将再也无法找到险峻的伊利翁的终结;因为那声震寰宇的宙斯已在它的上方伸出了自己的神手,而其子民已重获勇气。
§9.688ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε τάδʼ εἰπέμεν, οἵ μοι ἕποντο, §9.689Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω.
他就是这样说的;跟随我的人也在这儿,可以证实这一点:即埃阿斯,以及那两位同样明智的传令官。
§9.690Φοῖνιξ δʼ αὖθʼ ὃ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει, §9.691ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται §9.692αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξει.
但老菲尼克斯留在那里躺下歇息了,因为阿喀琉斯曾吩咐,以便明天他若愿意,可随他的船队一同返回可爱的故乡;当然,他绝不会强迫他同往。
§9.693ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ §9.694μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε.
” 他说完,所有人都在沉默中静默无声,对他的话感到惊异;因为他这番话说得极其坚决。
§9.695δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν· §9.696ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· §9.697Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον §9.698μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα §9.699μυρία δῶρα διδούς· ὃ δʼ ἀγήνωρ ἐστὶ καὶ ἄλλως· §9.700νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.
阿开亚的子孙们陷入了长久的忧伤和无言之中;终于,长于呐喊的勇士迪奥墨得斯开口说道: “最光荣的阿特柔斯之子、众民的国王阿伽门农,你本不该向那完美无瑕的佩琉斯之子苦苦哀求,并送去无数的重礼;他本就是个极其高傲的人;如今你更是极大地助长了他的傲慢。
§9.701ἀλλʼ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν §9.702ἦ κε μένῃ· τότε δʼ αὖτε μαχήσεται ὁππότε κέν μιν §9.703θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ.
但我们随他去吧,他要去便去,要留便留;他必将在那样的时刻再次参战——即当他胸中的心灵驱使他、且有神明催促他的时候。
§9.704ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· §9.705νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ §9.706σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή· §9.707αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς, §9.708καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους §9.709ὀτρύνων, καὶ δʼ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.
那么,来吧,正如我所说,大家一起服从:现在且去安歇,用食物和美酒满足你们饥渴的心,因为那是力量和勇气的泉源;而当美丽、玫瑰色手指的黎明女神显现时,立即在船前集结起兵众与战马,激励他们,而你自己也当身先士卒、在最前线战斗。
§9.710ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες §9.711μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
” 他这样说着,所有的国王们纷纷赞同,对驯马手迪奥墨得斯的这番话赞叹不已。
§9.712καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος, §9.713ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
接着他们奠酒之后,各自回到自己的营帐,并在那里安歇,领受了睡眠的恩赐。

词汇与语法注释

  1. §9.645πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι — ἐείσαο 是动词 εἴδομαι(显现、似乎)的第二人称单数不定过去时中动相。它与不定式 μυθήσασθαι(说)连用,表示“在我看来你已经说出了这一切”。κατὰ θυμόν(顺着心意)在此解释为“顺着我(μοι)的心意”。
  2. §9.646ὁππότε κείνων / μνήσομαι ὥς μʼ ἀσύφηλον... ἔρεξεν — μ念索买 μνήσομαι 是 μιμνήσκομαι(记得、想起)的将来时,以属格 κείνων(那些事)为宾语。随后的 ὥς 引导的从句(“如何……”)作为同位语从句,具体说明 κείνων 的内容,即“每当我回想起那些事,也即他如何对待我时”。
  3. §9.684καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι — 这是间接引语中 ἂν 搭配不定式(παραμυθήσασθαι)的句式。它对应于直接引语中的 ἂν 搭配祈愿语气(表示潜在或条件的结论:“我会劝告……”),因隶属于主句的说话动词 ἔφη 而转变为不定式。
  4. §9.698μὴ ὄφελες λίσσεσθαι — 动词 ὀφείλω 的第二人称单数第二不定过去时形式 ὄφελες 与否定小词 μή 及不定式(λίσσεσθαι)连用,是一种表示对过去未实现事实的强烈遗憾或懊悔的惯用句式(“你本不该哀求……”)。

引用这一段

荷马, 伊利亚特 §9.642-9.713. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:9.642-9.713

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。