§10.1ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν §10.2εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ· §10.3ἀλλʼ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν §10.4ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα.
全阿开亚人的其他首领们,在船只旁整夜安睡,为温柔的睡眠所征服;然而,阿特柔斯之子、众民的牧者阿伽门农,甘美的睡眠未能将他留住,因他心中正思虑万千。
§10.5ὡς δʼ ὅτʼ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο §10.6τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν §10.7ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας, §10.8ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο, §10.9ὣς πυκίνʼ ἐν στήθεσσιν ἀνεστενάχιζʼ Ἀγαμέμνων §10.10νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός.
犹如秀发赫拉的丈夫闪耀起雷电,或是降下无边无际的大雨,或是雹灾,或是大雪——那时雪花正洒满田野,或是开启苦难战争的巨大巨口,阿伽门农也这样在胸中频频叹息,叹自心底,他的内心也在颤抖。
§10.11ἤτοι ὅτʼ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε, §10.12θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ §10.13αὐλῶν συρίγγων τʼ ἐνοπὴν ὅμαδόν τʼ ἀνθρώπων.
每当他望向特洛伊平原,便对伊利翁战前燃起的熊熊篝火惊叹不已,还有长笛和排箫的齐奏,以及人声的嘈杂。
§10.14αὐτὰρ ὅτʼ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν, §10.15πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας §10.16ὑψόθʼ ἐόντι Διί, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ.
而当他望向船只和阿开亚的军队时,他便从头上连根拔下大把头发,献给高居上天的宙斯,他那高贵的心也发出沉重的呻吟。
§10.17ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ §10.18Νέστορʼ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν, §10.19εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο, §10.20ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.
在他的心目中,这似乎是最好的计策:先去找那人间豪杰、涅琉斯之子涅斯托尔,看能否与他共同商讨出一条绝妙的计策,能为所有的达奈人消灾辟邪。
§10.21ὀρθωθεὶς δʼ ἔνδυνε περὶ στήθεσσι χιτῶνα, §10.22ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, §10.23ἀμφὶ δʼ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος §10.24αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος.
他翻身坐起,在胸前穿上长衫,在光洁的双脚上系好美丽的凉鞋,接着披上一张红褐色的狮皮,那皮毛巨大斑斓、直垂到脚面;随后他拿起了长枪。
§10.25ὣς δʼ αὔτως Μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῷ §10.26ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν §10.27Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφʼ ὑγρὴν §10.28ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
同样地,恐惧也罩着墨涅拉奥斯;因为连他自己眼睑上也未曾落下睡眠,他深恐出事,唯恐阿耳戈斯人他们正是为了他的缘故,越过辽阔的汪洋,来到特洛伊,筹划这场凶险的战争。
§10.29παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε
他先用一张斑驳的豹皮遮住宽阔的后背,以斑斓的豹皮。
§10.30ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας §10.31θήκατο χαλκείην, δόρυ δʼ εἵλετο χειρὶ παχείῃ.
随后抬起一顶青铜头盔戴在头上,用粗壮的手握住一柄长枪。
他举步前去唤醒他的兄长,那位在所有阿耳戈斯人中享有至高权力、被民众奉若神明的人。
§10.34τὸν δʼ εὗρʼ ἀμφʼ ὤμοισι τιθήμενον ἔντεα καλὰ §10.35νηῒ πάρα πρύμνῃ· τῷ δʼ ἀσπάσιος γένετʼ ἐλθών.
他在船尾旁找到了他,他正把精美的铠甲披上肩膀;见他到来,兄长心中十分欣喜。
长于呐喊的墨涅拉奥斯先开口说道: “亲爱的哥哥,你为何如此全副武装?
ἦ τινʼ ἑταίρων §10.38ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον;
难道你是在督促哪位同伴去当特洛伊人的探子吗?
ἀλλὰ μάλʼ αἰνῶς §10.39δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον §10.40ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν §10.41νύκτα διʼ ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται.
但我却极其担忧,唯恐没人向你承诺承接这桩差事,只身一人前去打探敌方的虚实,在这神圣的夜色中;那人必须是个胆大包天之辈。
§10.42τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· §10.43χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε §10.44κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει §10.45Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν.
” 主帅阿伽门农回答他说道: “你我都需要一条良策,神育的墨涅拉奥斯啊,需要一条巧妙的计策来保护和挽救阿耳戈斯人和船只,因为宙斯的心意已经转变。
§10.46Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχʼ ἱεροῖσιν· §10.47οὐ γάρ πω ἰδόμην, οὐδʼ ἔκλυον αὐδήσαντος §10.48ἄνδρʼ ἕνα τοσσάδε μέρμερʼ ἐπʼ ἤματι μητίσασθαι, §10.49ὅσσʼ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν §10.50αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο.
看来,他更倾心于赫克托尔的神圣祭献;因为我从未见过,也未曾听任何人说过,有哪一个凡人能在一天之内筹划出如此多的惊天大难,就像宙斯所眷顾的赫克托尔对阿开亚的子孙们所做的那样,凭他一己之力,而他既非女神之子,亦非神明后裔。
§10.51ἔργα δʼ ἔρεξʼ ὅσα φημὶ μελησέμεν Ἀργείοισι §10.52δηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατʼ Ἀχαιούς.
他所建立的战绩,我敢说会让阿耳戈斯人记住很久很远;他给阿开亚人造成了如此深重的灾难。
§10.53ἀλλʼ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον §10.54ῥίμφα θέων παρὰ νῆας· ἐγὼ δʼ ἐπὶ Νέστορα δῖον §10.55εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κʼ ἐθέλῃσιν §10.56ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδʼ ἐπιτεῖλαι.
但现在快去,召唤埃阿斯和伊多墨纽斯,沿着船只快跑;而我将去找那神圣的涅斯托尔,催促他起身,看他是否愿意前往守卫的神圣前哨并向他们下达命令。
§10.57κείνῳ γάρ κε μάλιστα πιθοίατο· τοῖο γὰρ υἱὸς §10.58σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων §10.59Μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.
因为守卫们最听他的话,毕竟他的儿子正统领着守卫,还有伊多墨纽斯的随从梅里奥内斯;因为我们最信任他们,将此任托付。
” 长于呐喊的墨涅拉奥斯接着回答他说道: “那么,你对我有何训示和吩咐?
§10.62αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς, §10.63ἦε θέω μετὰ σʼ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω;
我是留在那里和他们一起等候你来,还是在对他们作了交代之后,再跑回来找你?
§10.64τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, §10.65αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν §10.66ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.
” 众民的国王阿伽门农回答他说道: “留在那里,免得我们彼此错过了路,在我们走的时候;因为营帐之中道路纵横。
§10.67φθέγγεο δʼ ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι §10.68πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον §10.69πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ, §10.70ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι §10.71Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.
你走到哪里,就高声呼喊,吩咐他们保持清醒,按他们父辈的族系,唤出每个人的名字,对所有人都要表示敬重;切不可心存傲慢,我们也当亲历其劳;我想,正是这样,宙斯在我们一降生时便降下了沉重的灾难。
§10.72ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας· §10.73αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν·
” 他说完,便仔细叮嘱后打发走了兄弟;随后他自己朝众民的牧者涅斯托尔那儿走去。
§10.74τὸν δʼ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
他发现涅斯托尔正待在营帐和黑色船只旁,