Humanitext Reader

荷马 · 伊利亚特 §9.572-9.641

梅列阿格罗斯的结局与埃阿斯的责备

第 81 段,共 226 段 · 希腊语

内容简介

菲尼克斯讲述了梅列阿格罗斯最终因妻子的哀求而拯救城市,却因未能及时行动而失去礼物的结局,以此劝诫阿喀琉斯尽早回心转意。阿喀琉斯断然拒绝,这促使埃阿斯痛斥其冷酷执拗,并提议使节团返回营地复命。

§9.572ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα.
在厄瑞玻斯,那拥有一颗无情之心的复仇女神听到了她的祈求。
§9.573τῶν δὲ τάχʼ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει §9.574πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες §9.575Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους, §9.576ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον·
不久,在他们的城门周围,喧嚣和击打声骤然响起,城塔受到猛烈撞击;埃托利亚的长老们向他哀求,派出了神明最优秀的祭司,许下重礼,恳求他挺身而出进行防卫。
§9.577ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς, §9.578ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι §9.579πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο, §9.580ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.
在可爱的卡吕冬最肥沃的平原上,他们让他自行选择一片极其美丽的领地,面积为五十亩,其中一半是葡萄园,另一半则是平原上开阔的耕地,任其开垦。
§9.581πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς §9.582οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο §9.583σείων κολλητὰς σανίδας γουνούμενος υἱόν· §9.584πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ §9.585ἐλλίσσονθʼ· ὃ δὲ μᾶλλον ἀναίνετο· πολλὰ δʼ ἑταῖροι, §9.586οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων· §9.587ἀλλʼ οὐδʼ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον, §9.588πρίν γʼ ὅτε δὴ θάλαμος πύκʼ ἐβάλλετο, τοὶ δʼ ἐπὶ πύργων §9.589βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ.
老骑士奥伊纽斯也屡次向他苦苦哀求,他站在高顶居室的门槛上,摇晃着紧闭的门板,向儿子长跪乞求;他的姐妹们和高贵母亲也屡次哀求他,但他越发断然拒绝;他的伙伴们也屡次哀求,他们是他所有人中最忠实、最亲爱的战友;但即便如此,他们也无法说服他胸中的心灵,直到他的居室受到猛烈攻击,库雷忒斯人登上了城塔,并纵火焚烧这伟大的城市。
§9.590καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις §9.591λίσσετʼ ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα §9.592κήδεʼ, ὅσʼ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ· §9.593ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, §9.594τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας.
就在那时,他那束着精美腰带的妻子痛哭着向他哀求,并向他诉说所有的难处,即城池失陷时人们所要承受的一切灾难:「男人们被杀戮,大火将城市化为灰烬,孩子们和束着深腰带的妇女被外人掳走。
§9.595τοῦ δʼ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα, §9.596βῆ δʼ ἰέναι, χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.
」听闻这些悲惨的景象,他的心灵被深深震撼,他长驱而出,将闪烁夺目的铠甲披挂在身上。
§9.597ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ §9.598εἴξας ᾧ θυμῷ· τῷ δʼ οὐκέτι δῶρα τέλεσσαν §9.599πολλά τε καὶ χαρίεντα, κακὸν δʼ ἤμυνε καὶ αὔτως.
就这样,他顺从自己的心意,为埃托利亚人驱散了灾难的日子;然而,他们不再向他兑现众多而精美的礼物,尽管即便如此,他还是消除了灾祸。
§9.600ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων §9.601ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη §9.602νηυσὶν καιομένῃσιν ἀμυνέμεν·
但你切莫在心中如此思量,亦不要让神明将你引向那条道路,我的朋友;如果等船只燃烧时再去救援,情况将会更加糟糕。
ἀλλʼ ἐπὶ δώρων §9.603ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.
还是在有礼物的时候挺身而出吧;因为阿开亚人会像敬奉神明一样敬重你。
§9.604εἰ δέ κʼ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς §9.605οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών.
但如果你在没有礼物的情况下投入这摧残生命的战争,即使你击退了战火,也无法再获得同等的尊荣。
§9.606τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· §9.607Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης §9.608χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ, §9.609ἥ μʼ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κʼ ἀϋτμὴ §9.610ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ.
」捷足的阿喀琉斯回答他说道:「菲尼克斯,我的老伯父,受宙斯抚育的长者,我根本不需要这种尊荣;我认为自己已经得到了宙斯意旨的尊崇,这尊荣将在弯曲的船旁伴随着我,只要我胸中还有呼吸,只要我的双膝尚能移动。
§9.611ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι· §9.612μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων §9.613Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ §9.614τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.
我还要告诉你另一件事,请你牢记在心:不要用哭泣和哀伤来搅乱我的心神,借此向英雄阿特柔斯之子大献殷勤;你绝不该去爱戴他,以免被深爱着你的我所憎恨。
§9.615καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κʼ ἐμὲ κήδῃ· §9.616ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
与我并肩去惩治那伤害我的人,这才对你合适;与我平起平坐地为王,分享我一半的尊荣。
§9.617οὗτοι δʼ ἀγγελέουσι, σὺ δʼ αὐτόθι λέξεο μίμνων §9.618εὐνῇ ἔνι μαλακῇ· ἅμα δʼ ἠοῖ φαινομένηφι §9.619φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἦ κε μένωμεν.
他们会回去复命,而你且留在这里,躺下歇息,在柔软的床上;及至黎明破晓时分,我们将共商大计,是重返我们的故土,还是在此留守。
§9.620ἦ καὶ Πατρόκλῳ ὅ γʼ ἐπʼ ὀφρύσι νεῦσε σιωπῇ §9.621Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα §9.622ἐκ κλισίης νόστοιο μεδοίατο·
」他说罢,默默向帕特罗克洛斯扬眉示意,让他为菲尼克斯铺设厚实的睡榻,以便使者们能尽快起身离开营帐,打道回府。
τοῖσι δʼ ἄρʼ Αἴας §9.623ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε· §9.624διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ §9.625ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ §9.626τῇδέ γʼ ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα §9.627χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα §9.628οἵ που νῦν ἕαται ποτιδέγμενοι.
然而在他们之中,神一样的忒拉蒙之子埃阿斯开腔说道: “宙斯所生的拉厄耳忒斯之子、足智多谋的奥德修斯,我们走吧;因为在我看来,我们此行的交涉绝无望达成;我们必须尽快向达奈人禀报复命,尽管这绝非什么好消息,他们想必此时正坐着等候。
αὐτάρ Ἀχιλλεὺς §9.629ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν §9.630σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων §9.631τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων
然而阿喀琉斯在他的胸中怀着狂野而高傲的心性,真是个冷酷无情的人,他根本不在意同伴们对他的情谊,即我们在船旁超越众人地敬重他的那份情谊。
§9.632νηλής·
这个无情的人!
καὶ μέν τίς τε κασιγνήτοιο φονῆος §9.633ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος· §9.634καί ῥʼ ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλʼ ἀποτίσας, §9.635τοῦ δέ τʼ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ §9.636ποινὴν δεξαμένῳ·
然而,即便是面对杀害兄弟的凶手,或是面对致死自己孩子的仇人,人们也会接受赎金;仇敌在支付了巨额赎金后,便可安留于本邦,而受害者一方在接受赎金后,其愤怒的心灵和高傲的心气也会平息。
σοὶ δʼ ἄληκτόν τε κακόν τε §9.637θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης §9.638οἴης·
但对于你,神明却在你的胸中放进了一种永无平息且邪恶的怒火,仅仅是为了一个女子。
νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχʼ ἀρίστας, §9.639ἄλλά τε πόλλʼ ἐπὶ τῇσι·
仅仅是一个;而现在我们向你提供七个最杰出的女子,此外还有许多重礼相随。
σὺ δʼ ἵλαον ἔνθεο θυμόν, §9.640αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν §9.641πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων
请你平息心中的怒火,敬重你自己的居所吧;因为我们是在你的屋顶之下,来自达奈人的大众,我们极愿成为所有人中与你最为亲近的友人。 ”

词汇与语法注释

  1. 9.601κάκιον δέ κεν εἴη / νηυσὶν καιομένῃσιν ἀμυνέμεν — 不定式 ἀμυνέμεν(防卫)作主语,中性形容词 κάκιον(更糟)作表语。νηυσὶν καιομένῃσιν 是表示防卫对象(为了船只)的与格,其伴随的现在分词表示时间或状态(当船只正在燃烧时)。这里警告阿喀琉斯,如果等到船只起火后再去救援,其境况(就荣誉和奖赏而言)将会更加糟糕。
  2. 9.614ἵνα μή μοι ἀπέχθηαι φιλέοντι — 连词 ἵνα μή 引导否定目的从句,动词为第二人称单数虚拟语气 ἀπέχθηαι(免得你被憎恨)。与格单数分词 φιλέοντι(深爱的)与第一人称单数代词 μοι(我)相一致,意为“免得你在深爱着你的我眼中变得可憎”。
  3. 9.615καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κʼ ἐμὲ κήδῃ — 带对格的不定式短语 τὸν κήδειν(惩治/伤害那个人)是整句的主语,与表语形容词 καλόν(合适的、美好的)相呼应。指示代词 τὸν 作关系从句 ὅς κʼ ἐμὲ κήδῃ(伤害我的人)的先行词。动词 κήδω 在此作为及物动词,意为“使痛苦、伤害”(须注意与中动相表示“关怀”的 κήδομαι 区分)。

引用这一段

荷马, 伊利亚特 §9.572-9.641. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:9.572-9.641

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。