§9.356νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ §9.357αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι §9.358νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω, §9.359ὄψεαι, αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ, §9.360ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντα πλεούσας §9.361νῆας ἐμάς, ἐν δʼ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας·
但是现在,既然我不愿与高贵的赫克托尔交战,明天,在向宙斯和众神献祭、并将船只装载妥当、拖入大海之后,你将会看到,如果你愿意且对此关心的话,清晨时分,我的船只正行进在鱼类繁茂的赫勒斯滂海上,船员们正奋力划桨。
如果那赫赫有名的震地之神赐予顺风的航程,在第三天我便能抵达肥沃的弗西亚。
§9.364ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων· §9.365ἄλλον δʼ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν §9.366ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον §9.367ἄξομαι, ἅσσʼ ἔλαχόν γε·
我在那里有极多的家产,那是我当初不幸来到这里时所留下的;我还要从这里把黄金、红铜、美带妇人以及灰色的铁,凡 my 应得的分额,都一起带走。
但是,那曾赐予我的荣誉奖赏,统治者阿特柔斯之子阿伽门农,却傲慢地又把它夺了回去。
τῷ πάντʼ ἀγορευέμεν ὡς ἐπιτέλλω §9.370ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ §9.371εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν §9.372αἰὲν ἀναιδείην ἐπιειμένος·
你要照我的吩咐,把这一切都告诉他,公开地,好让其他阿开亚人也同声愤慨,如果他居然还指望能欺骗丹奈人的某一个,总是披着无耻的外衣。
οὐδʼ ἂν ἔμοιγε §9.373τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι·
然而,即使是我,他虽像狗一样厚颜无耻,也不敢直视我的面容。
§9.374οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον· §9.375ἐκ γὰρ δή μʼ ἀπάτησε καὶ ἤλιτεν· οὐδʼ ἂν ἔτʼ αὖτις §9.376ἐξαπάφοιτʼ ἐπέεσσιν·
我绝不与他共商计划,也绝不与他共同行动;因为他彻底欺骗了我,对我犯下了罪行;他再也别想用花言巧语欺骗我。
ἅλις δέ οἱ·
这对他已经够了!
ἀλλὰ ἕκηλος §9.377ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.
让他安安静静地走向毁灭吧;因为深谋远虑的宙斯已经夺走了他的神智。
§9.378ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.
他的礼物对我而言极其可憎,我对他甚至不屑一顾。
§9.379οὐδʼ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη §9.380ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο, §9.381οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδʼ ὅσα Θήβας §9.382Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται, §9.383αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστας §9.384ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν· §9.385οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε, §9.386οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσειʼ Ἀγαμέμνων §9.387πρίν γʼ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.
纵然他给我十倍、二十倍于他现有一切的财富,即使他还能从别处得到更多,纵然是运往奥尔科梅诺斯的一切财宝,或是埃及的底比斯,那里的殿堂中存放着最丰富的珍宝,那座城有着百座城门,每座城门都有两百名勇士驾着马匹和战车并肩驰骋;纵然他给我的礼物多如沙砾和尘埃,阿伽门农也依然无法说服我的心灵,除非他为所有让我痛彻心扉的侮辱向我付出完全的偿还。
§9.388κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο, §9.389οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι, §9.390ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι· §9.391οὐδέ μιν ὧς γαμέω·
阿特柔斯之子阿伽门农的女儿,我是绝不娶的,即便她拥有与金色的阿佛洛狄忒相媲美的美貌,在手艺上能与青眸雅典娜并驾齐驱;即使那样我也绝不娶她。
ὃ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω, §9.392ὅς τις οἷ τʼ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.
让他另外挑选一个阿开亚人吧,那个既与他相配、又比我更有王者之风的人。
§9.393ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδʼ ἵκωμαι, §9.394Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός.
因为如果众神保佑我平安返乡,佩琉斯自己必然会在那时为我寻一房妻室。
§9.395πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀνʼ Ἑλλάδα τε Φθίην τε §9.396κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται, §9.397τάων ἥν κʼ ἐθέλωμι φίλην ποιήσομʼ ἄκοιτιν.
在希腊和弗西亚有许多阿开亚姑娘,都是防守城池的首领们的女儿;她们之中只要是我中意的,我便娶她为挚爱的妻子。
§9.398ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ §9.399γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν §9.400κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς· §9.401οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδʼ ὅσα φασὶν §9.402Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον §9.403τὸ πρὶν ἐπʼ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν, §9.404οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει §9.405Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.
在家里,我那豪迈的心灵极其渴望着,娶一位已求过婚的贤妻,娶一位般配的伴侣,去安享老佩琉斯所积累的家产;因为我无法用任何财富来衡量我的生命,纵然是人们所说的那座繁荣的伊利奥斯城,在从前和平的日子里,在阿开亚人的儿子们来到之前所拥有的全部宝藏,或是那石质门坎里所珍藏的一切,在多石的庇托,那放箭的神明福玻斯·阿波罗神庙中拥有的财富。
§9.406ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα, §9.407κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα, §9.408ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ §9.409οὔθʼ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.
因为牛群和肥壮的羊群都可以通过掠夺获得,鼎锅和栗色的骏马也可以赢取;但一个人的生命却无法通过掠夺而复得,也无法再次捕获,一旦它越过了牙齿的栅栏。
因为我的母亲,银足女神忒提斯曾告诉我,双重命运正将我带向死亡的终点。
§9.412εἰ μέν κʼ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι, §9.413ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται· §9.414εἰ δέ κεν οἴκαδʼ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν, §9.415ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν §9.416ἔσσεται, οὐδέ κέ μʼ ὦκα τέλος θανάτοιο κιχείη.
如果我留在这里,围绕着特洛伊人的城池战斗,我的归乡便化为乌有,但我的名声将永垂不朽;但如果我回到家中,回到我可爱的祖国土地,我的崇高荣耀虽会逝去,但我的生命将得长久,死亡的结局绝不会很快临到我头上。