§9.287Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, §9.288τάων ἥν κʼ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι §9.289πρὸς οἶκον Πηλῆος· ὃ δʼ αὖτʼ ἐπὶ μείλια δώσει §9.290πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·
克律索忒弥斯、拉奥狄刻和伊菲阿纳萨,她们之中,无论你中意哪一个,都可不付聘礼娶为爱妻带回佩琉斯的家中;而他还会额外赠送极为丰厚的礼物,那是迄今为止未曾有人给过自己女儿的。
§9.291ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα §9.292Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν §9.293Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον §9.294καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
而且他将赐予你七座人口稠密的城池:卡尔达米莱、埃诺佩和草木茂盛的希雷,以及神圣的费赖和有着深邃牧场的安塞亚,美丽的埃佩亚和葡萄丰茂的培达索斯。
§9.295πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος· §9.296ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται, §9.297οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι §9.298καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
所有这些城池都临近大海,位于多沙的庇洛斯的边缘;城中居住着拥有众多羊群和牛群的人民,他们将奉上礼物,如敬神般尊崇你,并在你的权杖下,向你缴纳丰厚的赋税。
§9.299ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο.
如果你平息怒火,这一切他都会为你履行。
§9.300εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον §9.301αὐτὸς καὶ τοῦ δῶρα, σὺ δʼ ἄλλους περ Παναχαιοὺς §9.302τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς §9.303τίσουσʼ·
但是,如果阿特柔斯之子本人和他的礼物已在你的心底引起极深的憎恶,也请你怜悯军营中备受折磨的其他全阿开亚人,他们将如敬神般尊崇你;因为在他们之中,你确实会赢得极大的荣耀。
ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο· §9.304νῦν γάρ χʼ Ἕκτορʼ ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι §9.305λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον §9.306οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν.
因为如今你大可杀死赫克托尔,既然他已来到你极近的地方,带着致命的狂怒,因为他声称,在坐船来到这里的丹奈人之中,根本没有一人能与他相提并论。
§9.307τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· §9.308διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ §9.309χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν, §9.310ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται, §9.311ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.
” 对此,捷足的阿基琉斯回答他说: “宙斯所生的拉厄耳忒斯之子,足智多谋的奥德修斯,我确实必须毫不保留地直言我的想法,正如我心中所想,也正如它将要实现的那样,省得你们一个接一个坐在我身旁,唠唠叨叨地抱怨。
§9.312ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν §9.313ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.
因为,那个男人对我而言就像哈得斯之门一样可憎,他在心中隐瞒一件事,口中却说另一件事。
§9.314αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
但我将说出我认定的最佳出路。
§9.315οὔτʼ ἔμεγʼ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω §9.316οὔτʼ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν §9.317μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.
我不认为阿特柔斯之子阿伽门农能够说服我,其他丹奈人也不能,因为看来,与敌人们无休无止地战斗,根本没有得到任何感激。
§9.318ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι· §9.319ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός· §9.320κάτθανʼ ὁμῶς ὅ τʼ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς.
留守后方的人与拼死奋战的人分得相同的份额;懦夫与勇士同样处于同等光荣的地位;无所事事的人与立下赫赫战功的人同样免不了一死。
§9.321οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ §9.322αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.
我没有得到任何剩余,尽管我的心灵承受了痛苦,在战斗中时刻冒着生命危险。
§9.323ὡς δʼ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι §9.324μάστακʼ ἐπεί κε λάβῃσι, κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ, §9.325ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον, §9.326ἤματα δʼ αἱματόεντα διέπρησσον πολεμίζων §9.327ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.
正如母鸟飞去,为还没长羽毛的小鸟衔来好不容易找到的小虫,即使对自己而言处境艰难,我也曾度过许多不眠之夜,并在战斗中度过血腥的时日,为了他们的妻子而与敌人们厮杀。
§9.328δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων, §9.329πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον· §9.330τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ §9.331ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον §9.332Ἀτρεΐδῃ· ὃ δʼ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι §9.333δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δʼ ἔχεσκεν.
我乘船攻占了十二座人类的城池,而在肥沃的特洛伊,我徒步攻占了十一座,我告诉你们;从所有这些城池中,我掠取了许多精美的财宝,将它们全部带走,交给了阿特柔斯之子阿伽门农;而他留守在疾驰的船旁,接受了这些,只分出极少的一点,却把大部分留给自己。
§9.334ἄλλα δʼ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι· §9.335τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν §9.336εἵλετʼ, ἔχει δʼ ἄλοχον θυμαρέα·
他把其他奖赏分给了首领和国王们;对他们来说,那些奖赏完好无损,但唯独在阿开亚人中,他从我这里夺走了,并占有着我心爱的妻子。
τῇ παριαύων §9.337τερπέσθω.
就让他躺在她身旁尽情享乐吧。
τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν §9.338Ἀργείους;
可是阿尔戈斯人为什么必须与特洛伊人作打仗?
τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας §9.339Ἀτρεΐδης;
阿特柔斯之子又为何要召集军队并领他们来到这里?
ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο;
不就是为了秀发海伦的缘故吗?
ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων §9.342τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν §9.343ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν.
要知道,任何优秀而明智的男子都会爱护并关怀自己的妻子,正如我当时从心底里爱着,尽管她是我用长枪夺来的俘虏。
§9.344νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μʼ ἀπάτησε §9.345μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει.
但现在,既然他从我手中夺走了我的奖赏并欺骗了我,就不要来试探深知其人的我;他无法说服我。
不,奥德修斯,让他和你以及其他国王们一起,去商量如何为船只挡住毁灭性的烈火吧。
§9.348ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο, §9.349καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ §9.350εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν· §9.351ἀλλʼ οὐδʼ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο §9.352ἴσχειν· ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον §9.353οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ, §9.354ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν· §9.355ἔνθά ποτʼ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν.
确实,在没有我的情况下他做了极多的工作;是的,他筑起了城墙,还在它旁边掘了壕沟,宽阔而深邃,并在壕沟中打下了木桩;但即便如此,他依然无法遏制那屠人者赫克托尔的力量;然而只要我还在阿开亚人中并肩作战,赫克托尔就不曾愿意把战场移到远离城墙的地方,而只敢来到斯开亚门和那棵橡树跟前;有一次他在那里独自等待,费尽周折才逃过了我的猛攻。 ”