Humanitext Reader

ホメロス · イリアス §9.356-9.424

アキレウスの帰国宣言と二つの運命の選択

78 / 226 箇所 · ギリシア語

要旨

アキレウスは使節に対し、翌朝フティアへ帰郷する決意を語り、アガメムノンのいかなる贈り物も自身の怒りと侮辱を和らげることはできないと拒絶する。さらに、彼には不朽の名声を得て早死にするか、平穏に長生きするかという二つの運命があり、後者を選ぶと宣言する。

§9.356νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ §9.357αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι §9.358νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω, §9.359ὄψεαι, αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ, §9.360ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντα πλεούσας §9.361νῆας ἐμάς, ἐν δʼ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας·
だが今は、私は高貴なヘクトルと戦うことを望まないから、明日、ゼウスとすべての神々に犠牲を捧げ、船に荷を十分に積み、海へと引き出すときには、お前は見るだろう、もしお前が望み、またそれに関心があるなら、早朝に、魚の満ちるヘレースポントスへと出帆する私の船たちと、その中で熱心に漕いでいる男たちを。
§9.362εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος §9.363ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.
もし高名な地を揺るがす神が良い航海を与えてくれるなら、三日目には肥沃なプティアに着くだろう。
§9.364ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων·
そこには非常に多くの私の財産がある。 ここへ不運にも赴く際、残してきたものが。
§9.365ἄλλον δʼ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν §9.366ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον §9.367ἄξομαι, ἅσσʼ ἔλαχόν γε·
そして、さらにここから黄金や赤い青銅、美しく帯を締めた女たち、そして灰色の鉄を私は持ち帰るだろう、私が分け前として得たものを。
γέρας δέ μοι, ὅς περ ἔδωκεν, §9.368αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων §9.369Ἀτρεΐδης·
だが、私にそれを与えたはずの支配者アトレウスの子アガメムノンは、再び傲慢にもそれを奪ったのだ。
τῷ πάντʼ ἀγορευέμεν ὡς ἐπιτέλλω §9.370ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ §9.371εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν §9.372αἰὲν ἀναιδείην ἐπιειμένος·
彼にすべてを語るがよい、私が命じる通りに、公然と。 それは、他のアカイア人たちも憤慨するためだ、もし彼が、なおもダナオス人の誰かを騙せると思っているなら、常に破廉恥さを身にまとっている男め。
οὐδʼ ἂν ἔμοιγε §9.373τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι·
彼は私にだけは、いくら犬のように厚顔であっても、面と向かって私の顔を見る勇気はないだろう。
§9.374οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον·
私は彼とはいかなる計画も共に入れず、いかなる行動も共にしない。
§9.375ἐκ γὰρ δή μʼ ἀπάτησε καὶ ἤλιτεν·
彼は私を騙し、私に対して罪を犯したのだから。
οὐδʼ ἂν ἔτʼ αὖτις §9.376ἐξαπάφοιτʼ ἐπέεσσιν·
二度と再び言葉で私を騙すことはできない。
ἅλις δέ οἱ·
彼にはそれで十分だ。
ἀλλὰ ἕκηλος §9.377ἐρρέτω·
だが、彼は勝手に破滅するがよい。
ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.
深慮あるゼウスが彼の理性を奪い去ったのだから。
§9.378ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.
彼の贈り物は私にとって忌まわしい。 私は彼を、髪の毛一筋ほどにも重んじない。
§9.379οὐδʼ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη §9.380ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο, §9.381οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδʼ ὅσα Θήβας §9.382Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται, §9.383αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστας §9.384ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·
たとえ彼が、今の彼の持ち物の10倍、20倍のものを私に与え、また他のどこかから得られるすべてのものを与えるとしても、オルコメノスに流れ込む富や、エジプトのテーバイ、そこの館には最も多くの財宝が横たわっており、そこには百の門があり、それぞれの門から二百人の男たちが馬と戦車とともに出撃するのだが。
§9.385οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε, §9.386οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσειʼ Ἀγαμέμνων §9.387πρίν γʼ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.
たとえ砂や塵のように多くのものを私に与えるとしても、それでもアガメムノンは、私の心を説得することはできないだろう、私に対してなされた心痛む侮辱の償いを、彼がすべて支払うまでは。
§9.388κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,
アトレウスの子アガメムノンの娘とは、私は結婚しない。
§9.389οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι, §9.390ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι·
たとえ彼女が、黄金のアプロディーテーと美しさを競い、輝く目のアテーネーと技術を競うとしても。
§9.391οὐδέ μιν ὧς γαμέω·
それでも私は彼女と結婚しない。
ὃ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω, §9.392ὅς τις οἷ τʼ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.
彼はアカイア人の他の男を選ぶがよい、彼にふさわしく、また彼よりも王たる者に。
§9.393ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδʼ ἵκωμαι, §9.394Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός.
神々が私を救い、私が家に戻るなら、ペーレウス自身が、きっと私のために妻を求めてくれるだろう。
§9.395πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀνʼ Ἑλλάδα τε Φθίην τε
ヘルラスやプティアには、多くのアカイアの娘たちがいる。
§9.396κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται,
都市を守る主だった男たちの娘たちが。
§9.397τάων ἥν κʼ ἐθέλωμι φίλην ποιήσομʼ ἄκοιτιν.
彼女らのうち、私の望む者を愛する妻としよう。
§9.398ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ §9.399γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν §9.400κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς·
そこで、私の気高き心は強く望んでいる、ふさわしい求婚された妻、自分に似合いの配偶者をめとり、老いたペーレウスが手に入れた財産を楽しんで暮らすことを。
§9.401οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδʼ ὅσα φασὶν
私にとって、命に匹敵するものはない。
§9.402Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον §9.403τὸ πρὶν ἐπʼ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν, §9.404οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει §9.405Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.
人々が言うよく人の住む都市イーリオスが、かつて平和な時にアカイアの息子たちが来る前に所有していたというすべての財宝も、岩の多いピュートーにおいて、弓を引く神ポイボス・アポロンの石の敷居の内側に閉じ込めているすべてのものも。
§9.406ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,
牛や肥えた羊は、略奪して手に入れることができる。
§9.407κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,
三脚釜や栗毛の馬の頭も、手に入れることができる。
§9.408ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ §9.409οὔθʼ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.
だが人間の命は、一度歯の柵を越えてしまったら、再び戻ることはなく、略奪することも、捕らえることもできない。
§9.410μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα §9.411διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ.
なぜなら、私の母である銀の足の女神テティスが私に言うには、私は二通りの運命を担って、死の結末へと向かっている。
§9.412εἰ μέν κʼ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι, §9.413ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται·
もし私がここに留まり、トロイア人の都市をめぐって戦うなら、帰郷の望みは失われるが、不朽の名声を得るだろう。
§9.414εἰ δέ κεν οἴκαδʼ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν, §9.415ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν §9.416ἔσσεται, οὐδέ κέ μʼ ὦκα τέλος θανάτοιο κιχείη.
もし私が、愛する祖国の地へと家に戻るなら、私のみごとな名声は失われるが、長い寿命が私に与えられ、死の結末が速やかに私を襲うことはないだろう。
§9.417καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην §9.418οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ §9.419Ἰλίου αἰπεινῆς·
また私は、他の者たちにも勧めるだろう、家へと船出するように。 お前たちはもはや、切り立ったイーリオスの終局を見出すことはないだろう。
μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς §9.420χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.
広く声の響くゼウスが、彼女の上に自身の手を差し伸べ、その民は勇気を得ているのだから。
§9.421ἀλλʼ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν §9.422ἀγγελίην ἀπόφασθε·
さあ、お前たちは行って、アカイアの主だった者たちにこの伝言を告げるがよい。
τὸ γὰρ γέρας ἐστὶ γερόντων·
それこそが使者の特権なのだから。
§9.423ὄφρʼ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,
彼らが心の中で、何か別のより良い計画を巡らせるために。
§9.424ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν
その計画こそが、彼らのために船とアカイアの民を救うだろう。

語釈・文法注

  1. 9.361ἐρεσσέμεναι μεμαῶτας — 分詞 `μεμαῶτας`(熱望している)は、対格不定詞句において `ἐρεσσέμεναι`(漕ぐこと)の意味上の主語または状態を修飾する対格で、360行の `νῆας` を伴う乗組員に一致している。
  2. 9.378ἐν καρὸς αἴσῃ — 伝統的に「髪の毛一筋の価値」または「塵」と訳される極めて低い価値を表す慣用表現。前置詞 `ἐν` と属格 `καρός` が「〜の価値において」という評価の基準を示している。
  3. 9.408πάλιν ἐλθεῖν — 形容詞 `λεϊστή`(略奪されうる)および `ἑλετή`(捉えられうる)を修飾する説明的(制限的)不定詞で、「再び戻ってくるように(略奪される)」という意味を表す。
  4. 9.411διχθαδίας κῆρας φερέμεν — 動詞 `φησί`(410行)に依存する対格不定詞構文(対格の主語 `με` は省略されている)。「私が二通りの運命を担っていること」を意味する。

この箇所を引用する

ホメロス, イリアス §9.356-9.424. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:9.356-9.424

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。