§9.425νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γʼ ἑτοίμη §9.426ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος· §9.427Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω, §9.428ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται §9.429αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω.
在深邃的船旁,因为这一计划对他们来说并不容易实现,那正是他们趁我退隐愤怒时所筹划的;但让菲尼克斯留在这里和我们在一起,在此入睡,好让他明天乘我的船跟随我回到可爱的祖国,如果他愿意的话;但我绝不强迫他同往。
§9.430ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ §9.431μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·
他这样说,众人皆默默无言,静悄悄地,为他的话语感到震惊;因为他拒绝得极为坚决。
§9.432ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ §9.433δάκρυʼ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν· §9.434εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ §9.435βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι §9.436πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ, §9.437πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην §9.438οἶος;
过了许久,老骑士菲尼克斯终于开口说话,泪水夺眶而出;因为他极度担忧阿开亚人的船只: “光荣的阿喀琉斯啊,如果你真的在心中筹划着归乡,并且由于愤怒降临了你的心灵,便完全不愿为疾驰的船只阻挡那毁灭性的烈火,那我又怎能离开你,亲爱的孩子,独自一人留在这里?
σοὶ δέ μʼ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς §9.439ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε §9.440νήπιον οὔ πω εἰδόθʼ ὁμοιΐου πολέμοιο §9.441οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι.
是老骑士佩琉斯派我来到你身边的,在那天他把你从弗西亚送往阿伽门农处的日子,那时你还是个孩子,既不懂得那人人平等的战争,也不懂得那使人们脱颖而出的集会。
因此他派我前来,教导你这一切,使你成为能言善辩之人,并成为建功立业之士。
§9.444ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι §9.445λείπεσθʼ, οὐδʼ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς §9.446γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα, §9.447οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα §9.448φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,
所以,亲爱的孩子,我绝不愿离开你而被留下,哪怕有一位神明亲自向我承诺,要剥去我的暮年,使我恢复青春和活力,就像我最初离开那盛产美貌女子的希腊、逃避与我的父亲、奥尔梅诺斯之子阿敏托尔的争吵时那样。
§9.449ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο, §9.450τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δʼ ἄκοιτιν §9.451μητέρʼ ἐμήν·
他因为一个美发的妾侍而对我大发雷霆,他自己宠爱她,却羞辱他的妻子——我的母亲。
ἣ δʼ αἰὲν ἐμὲ λισσέσκετο γούνων §9.452παλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα.
而母亲总是抱住我的双膝哀求我,让我在他之前与那妾侍同床,好让她厌恶那个老头子。
§9.453τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δʼ ἐμὸς αὐτίκʼ ὀϊσθεὶς §9.454πολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐρινῦς, §9.455μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν §9.456ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δʼ ἐτέλειον ἐπαρὰς §9.457Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.
我听从了她并照做了;我的父亲立时起了疑心,多方诅咒我,并呼唤那可憎的复仇女神,诅咒我的膝上永远不会坐着我所生养的亲爱的儿子;而神明们实现了他的诅咒,即地下的宙斯和令人敬畏的珀耳塞福涅。
§9.462ἔνθʼ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετʼ ἐν φρεσὶ θυμὸς §9.463πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.
在那时,我的心灵再也无法被说服,继续留在我那发怒的父亲的府邸中徘徊。
确实,许多亲族和堂表兄弟们围绕着我,在府邸里苦苦哀求,想要挽留我。
§9.466πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς §9.467ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ §9.468εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο, §9.469πολλὸν δʼ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.
他们宰杀了许多肥壮的羊和步履蹒跚、角弯蹄健的牛,许多油脂丰满、长势旺盛的肥猪在赫淮斯托斯的火焰中被炙烤伸展开来,从那老人的瓮中,有大量的甜酒被饮用。
§9.470εἰνάνυχες δέ μοι ἀμφʼ αὐτῷ παρὰ νύκτας ἴαυον· §9.471οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτʼ ἔσβη §9.472πῦρ, ἕτερον μὲν ὑπʼ αἰθούσῃ εὐερκέος αὐλῆς, §9.473ἄλλο δʼ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.
九个夜晚,他们都在我身旁度过黑夜;他们轮流值班守望,篝火从未熄灭,一处在围墙坚固的庭院的回廊下,另一处在门厅里,在卧室的大门前。
§9.474ἀλλʼ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή, §9.475καὶ τότʼ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας §9.476ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς §9.477ῥεῖα, λαθὼν φύλακάς τʼ ἄνδρας δμῳάς τε γυναῖκας.
但是,当第十个漆黑的夜晚降临到我身上时,就在那时,我撞开了卧室紧闭的门扉走了出来,并越过了庭院的围栏,轻而易举地避开了守卫和女仆们。
§9.478φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο, §9.479Φθίην δʼ ἐξικόμην ἐριβώλακα μητέρα μήλων §9.480ἐς Πηλῆα ἄναχθʼ· ὃ δέ με πρόφρων ὑπέδεκτο, §9.481καί μʼ ἐφίλησʼ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ §9.482μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι, §9.483καί μʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν· §9.484ναῖον δʼ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων.
随后我逃往远方,穿过辽阔的希腊,来到了肥沃的、孕育羊群的弗西亚,来到了佩琉斯国王身旁;他热情地接纳了我,并且爱护我,如同一个父亲爱他的儿子,那是在他暮年所生的独子,继承着丰厚的财产;他使我富足,并把众多的子民赐予我;我居住在弗西亚的边境,统治着多罗佩斯人。
§9.485καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, §9.486ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμʼ ἄλλῳ §9.487οὔτʼ ἐς δαῖτʼ ἰέναι οὔτʼ ἐν μεγάροισι πάσασθαι, §9.488πρίν γʼ ὅτε δή σʼ ἐπʼ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας §9.489ὄψου τʼ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών.
神一样的阿喀琉斯啊,我满腔爱意地将你抚养成今天这般模样,因为你既不愿和别人一同去赴宴,也不愿在府邸中进食,除非我把你抱在我的膝上,把肉切好喂饱你,并把酒送到你的唇边。
在让你烦心的幼年时期,你常常把酒吐出来,弄湿了我胸前的紧身衣。
§9.492ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα, §9.493τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον §9.494ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ §9.495ποιεύμην, ἵνα μοί ποτʼ ἀεικέα λοιγὸν ἀμύνῃς.
因此,我为你承受了极多的痛苦,付出了极多的辛劳,深知神明已绝不让我拥有自己所出的后嗣;但我把你,神一样的阿喀琉斯,当成了我的儿子,好让有朝一日你能为我挡开那悲惨的灾祸。
但是,阿喀琉斯啊,克制你伟大的怒火吧;你千万不能拥有一颗无情的心。
στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί, §9.498τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε.
甚至连神明本身也是可以动摇的,尽管他们的德行、尊荣和力量都要更加伟大。
§9.499καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι
人们用祭品和温和的祈祷,