§9.216Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ §9.217καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
帕特罗克洛斯拿着面包,盛在美丽的篮子里分发在桌上,而阿基琉斯则分发肉食。
§9.218αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο §9.219τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει §9.220Πάτροκλον ὃν ἑταῖρον· ὃ δʼ ἐν πυρὶ βάλλε θυηλάς.
他自己坐在神圣的奥德修斯对面,靠着另一面墙壁,并吩咐他的同伴帕特罗克洛斯向神明献祭;帕特罗克洛斯便将祭品投入火中。
§9.221οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
他们伸手拿取面前准备好的丰盛食物。
§9.222αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, §9.223νεῦσʼ Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς, §9.224πλησάμενος δʼ οἴνοιο δέπας δείδεκτʼ Ἀχιλῆα· §9.225χαῖρʼ Ἀχιλεῦ·
待他们满足了饮酒和进食的欲望,埃阿斯向波尼克斯示意;高贵的奥德修斯察觉到了,他便斟满了一杯酒,向阿基琉斯致敬: “向你致敬,阿基琉斯!
δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς §9.226ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο §9.227ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ §9.228δαίνυσθʼ·
我们并不缺少一份公正的宴席,无论是在阿特柔斯之子阿伽门农的营帐里,还是在如今这里的这里,因为有许多合乎心意的东西供我们享用。
ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν, §9.229ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες §9.230δείδιμεν·
然而,令人愉悦的宴席之事并不是我们的关切;相反,目睹着极大的灾难,宙斯抚育的人啊,我们深感恐惧。
ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι §9.231νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν.
除非你披上你的勇武,否则那些拥有好船桨的船只究竟能得救还是毁灭,尚在未定之天。
§9.232ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο §9.233Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι §9.234κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδʼ ἔτι φασὶ §9.235σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
因为那些高傲的特洛伊人和他们名扬远方的盟友,已在船只和城墙附近安营扎寨,在军营中燃起了许多篝火;他们扬言,他们将不再被阻挡,而是要冲向我们的黑船。
§9.236Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων §9.237ἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων §9.238μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει §9.239ἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν.
克罗诺斯之子宙斯向他们显示右侧的吉兆,降下闪电;而赫克托尔,极度恃仗自己的力量,在对宙斯的信任中狂暴不已,对任何人和神明都不屑一顾,因为一股强烈的狂怒已附入他的体内。
§9.240ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν· §9.241στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα §9.242αὐτάς τʼ ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς §9.243δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.
他祈求那最神圣的黎明尽早显现,因为他誓言要斩断船只高耸的船尾角,并用熊熊烈火烧毁船只本身,在被烟雾熏得惊慌失措的船只旁将阿开亚人斩尽杀绝。
§9.244ταῦτʼ αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς §9.245ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη §9.246φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
我在心中极其惧怕这些,唯恐神明会实现他的威胁,而我们的命运注定是在远离养马之地阿尔戈斯的特洛伊灭亡。
§9.247ἀλλʼ ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν §9.248τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
起来吧,如果你有意愿,哪怕为时已晚,去营救在特洛伊人的喧嚣中备受折磨的阿开亚子弟。
§9.249αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, οὐδέ τι μῆχος §9.250ῥεχθέντος κακοῦ ἔστʼ ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν §9.251φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ.
此后你自己也将承受痛苦,而且一旦灾祸造成,便无法找到任何补救的良方;因此,在这之前,深思你如何能为丹奈人挡住这灾难之日。
§9.252ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς §9.253ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε· §9.254τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη §9.255δώσουσʼ αἴ κʼ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν §9.256ἴσχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων· §9.257ληγέμεναι δʼ ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλον §9.258τίωσʼ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.
噢,我的朋友,你的父亲佩琉斯确实曾叮嘱你,那天,当他把你从弗提亚送到阿伽门农那里时: ‘我的孩子,力量确实会由雅典娜和赫拉在她们愿意时赐予;但你当将你高傲的心灵按捺在胸中,因为温和友善更为优美;且当停止那作恶的争斗,好让阿耳戈斯人,无论是年轻的还是年老的,都更加尊崇你。
§9.259ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι·
’ 那老人曾这样叮嘱,而你却遗忘了。
ἀλλʼ ἔτι καὶ νῦν §9.260παύεʼ, ἔα δὲ χόλον θυμαλγέα· σοὶ δʼ Ἀγαμέμνων §9.261ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο.
但即便在现在,也请平息吧,丢弃那令人心痛的愤怒;如果你息怒,阿伽门农将赐予你相称的礼物。
§9.262εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω §9.263ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρʼ Ἀγαμέμνων· §9.264ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα, §9.265αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δʼ ἵππους §9.266πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.
如果你愿意,听我细说,我愿为你一一列举阿伽门农在他的营帐中承诺给你的全部礼物:七个未曾受火的鼎,十个金塔兰托,二十个闪亮的大锅,以及十二匹强壮的、屡获胜利的赛马,它们曾凭速度赢得奖品。
§9.267οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο §9.268οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο, §9.269ὅσσʼ Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο.
一个拥有如此之多财产的人绝非一无所有,也不会缺少极其珍贵的黄金,正如阿伽门农的那些马匹凭其双足赢得的奖品之多。
§9.270δώσει δʼ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας §9.271Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς §9.272ἐξέλεθʼ, αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν.
他还将赠予七个通晓完美手艺的妇女,她们是莱斯博斯人;当你自己攻占建造良好的莱斯博斯时,他挑选了她们,在当时,她们的美貌冠绝女流。
§9.273τὰς μέν τοι δώσει, μετὰ δʼ ἔσσεται ἣν τότʼ ἀπηύρα §9.274κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται §9.275μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι §9.276ἣ θέμις ἐστὶν ἄναξ ἤτʼ ἀνδρῶν ἤτε γυναικῶν.
他将把她们送给你,其中也会有他当时夺走的布里塞伊斯之女;并且他将立下重誓,宣誓自己从未登上过她的床榻,也未与她交欢,这本是人间男女所常行之礼,国王啊。
§9.277ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε §9.278ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσʼ ἀλαπάξαι, §9.279νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι §9.280εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδʼ Ἀχαιοί, §9.281Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι, §9.282αἵ κε μετʼ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.
这一切都将立刻送到;而如果此后神明赐予我们攻破普里阿摩斯的伟大城市,当阿开亚人瓜分战利品时,你尽可走进去,在你的船上装满黄金与青铜,并亲自挑选二十名特洛伊妇女,她们在阿尔戈斯的海伦之后最为美丽。
§9.283εἰ δέ κεν Ἄργος ἱκοίμεθʼ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης §9.284γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ, §9.285ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.
而如果我们回到阿开亚人的阿尔戈斯,那片大地丰腴的乳房,你将成为他的女婿;他将尊崇你,如同尊崇奥雷斯特斯一样,他作为心爱的幼子,在丰富的宠爱中为他而成长。
§9.286τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
此外,在他建造良好的宫殿里,有三个女儿,