Humanitext Reader

ホメロス · イリアス §9.287-9.355

オデュッセウスへの反駁とアキレウスの参戦拒絶

77 / 226 箇所 · ギリシア語

要旨

オデュッセウスはアガメムノンが提示する娘の結婚相手としての好条件や更なる領地を伝えて説得を終える。アキレウスはこれに対し、アガメムノンの不実と自身の功績が報われないことへの激しい不満をぶちまけ、参戦を拒絶する。

§9.287Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, §9.288τάων ἥν κʼ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι §9.289πρὸς οἶκον Πηλῆος·
クリュソテミス、ラオディケ、そしてイフィアナサ、彼女たちのうち、お前が望む者を誰でも、結納金なしに愛する妻としてペレウスの家へと連れて行くがよい。
ὃ δʼ αὖτʼ ἐπὶ μείλια δώσει §9.290πολλὰ μάλʼ, ὅσσʼ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·
さらに彼は、持参金として極めて多くのものを、いまだかつて誰も自分の娘に与えたことがないほどに与えるであろう。
§9.291ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα
そして彼は、人々が豊かに暮らす七つの都をお前に与えるであろう。
§9.292Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν §9.293Φηράς τε ζαθέας ἠδʼ Ἄνθειαν βαθύλειμον §9.294καλήν τʼ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
カルダミュレとエノペ、そして草深いヒレ、神聖なフェライと、深い牧草地のあるアンテイア、美しいアイペイアと、葡萄の豊かなペダソス。
§9.295πᾶσαι δʼ ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος· §9.296ἐν δʼ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,
これらはすべて海の近く、砂の多いピュロスの端にあり、そこには羊の群れや牛の群れを豊かに持つ人々が暮らしている。
§9.297οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι §9.298καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
彼らはお前を贈り物によって神のように敬い、お前の王笏の下で、豊かな貢ぎ物を納めるであろう。
§9.299ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο.
お前が怒りを収めるならば、彼はこれらすべてのことをお前のために履行するであろう。
§9.300εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον §9.301αὐτὸς καὶ τοῦ δῶρα, σὺ δʼ ἄλλους περ Παναχαιοὺς
しかし、もしアトレウスの子自身と彼の贈り物が、お前の心の中で極めて深く憎まれているとしても、軍勢の中で苦しんでいる他の全アカイア人たちを憐れむがよい。
§9.302τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς §9.303τίσουσʼ·
彼らはお前を神のように敬うであろう。
ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο·
実際、お前は彼らの間で極めて大きな栄光を得るであろう。
§9.304νῦν γάρ χʼ Ἕκτορʼ ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι §9.305λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον
今ならヘクトルを討ち取ることができるであろう、彼がお前の極めて近くに来るであろうから、恐るべき狂気に取り憑かれて。
§9.306οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν. §9.307τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
船がここに運んできたダナオス人たちの中で、自分に匹敵する者は一人もいないと彼は豪語しているのだから」これに答えて、足の速いアキレウスが彼に言った。
§9.308διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ §9.309χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,
「ゼウスから生まれたラエルテスの子、知略に優れたオデュッセウスよ、私は自分の考えを、包み隠さずはっきりと語らねばならぬ。
§9.310ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται,
私が心に思っている通りに、そしてそれが実現されるであろう通りに。
§9.311ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.
お前たちが私の傍らにあちらからもこちらからも座り、ぶつぶつと不平を言って私を煩わせないように。
§9.312ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν §9.313ὅς χʼ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.
実に、ハデスの門と同じくらい私にとってあの男は憎い、心の中では別のことを隠し、口では別のことを言う男は。
§9.314αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·
しかし、私は自分が最善と思うことを語ろう。
§9.315οὔτʼ ἔμεγʼ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω §9.316οὔτʼ ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν
アトレウスの子アガメムノンが私を説得できるとは私は思わない、他のダナオス人たちも同様だ。
§9.317μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.
敵たちと絶え間なく戦い続けることに、何の報いもなかったことが明らかになったのだから。
§9.318ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι· §9.319ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός·
後方に留まる者にも、猛烈に戦う者にも、同じ分け前が与えられ、臆病者も勇者も、同じ名誉のうちに置かれる。
§9.320κάτθανʼ ὁμῶς ὅ τʼ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς.
何もしない者も、多くの大功を立てた者も、同じように死を迎えるのだ。
§9.321οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ §9.322αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.
私には何の残り物もない、戦いにおいて常に自分の命を危険にさらし、心の中で苦痛を味わったというのに。
§9.323ὡς δʼ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι §9.324μάστακʼ ἐπεί κε λάβῃσι, κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ, §9.325ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον, §9.326ἤματα δʼ αἱματόεντα διέπρησσον πολεμίζων §9.327ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.
羽の生えそろわぬ雛たちに、母鳥が見つけた獲物を運んでやり、自分自身はつらい思いをするように、私もまた、眠れぬ多くの夜を過ごし、戦いの中で血塗られた日々を送り、彼らの妻たちのために敵と戦った。
§9.328δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων, §9.329πεζὸς δʼ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον·
私は船を率いて人間たちの十二の都を滅ぼし、陸路では肥沃なトロイアの地で十一の都を滅ぼしたと、お前たちに言っておく。
§9.330τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ §9.331ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον §9.332Ἀτρεΐδῃ·
それらすべての都から、私は多くの優れた宝物を奪い去り、それらすべてをアトレウスの子アガメムノンに持って行って与えた。
ὃ δʼ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι §9.333δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δʼ ἔχεσκεν.
しかし彼は、快速船の傍らに安全に留まり、それらを受け取ると、ごく一部だけを分配し、大部分を自分のものとした。
§9.334ἄλλα δʼ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι·
他の褒賞は、首領たちや王たちに与えた。
§9.335τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δʼ ἀπὸ μούνου Ἀχαιῶν §9.336εἵλετʼ, ἔχει δʼ ἄλοχον θυμαρέα·
彼らの褒賞は損なわれずに残っているが、アカイア人の中でただ私一人からだけ、彼は奪い去り、私の心にかなう妻を所有している。
τῇ παριαύων §9.337τερπέσθω.
彼女の傍らに横たわり、彼は楽しむがよい。
τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν §9.338Ἀργείους;
しかし、なぜアルゴス人はトロイア人と戦わねばならぬのか?
τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδʼ ἀγείρας §9.339Ἀτρεΐδης;
なぜアトレウスの子は軍勢を集め、彼らをここに率いてきたのか?
ἦ οὐχ Ἑλένης ἕνεκʼ ἠϋκόμοιο;
美しい髪のヘレネのためではないのか?
§9.340ἦ μοῦνοι φιλέουσʼ ἀλόχους μερόπων ἀνθρώπων §9.341Ἀτρεΐδαι;
死すべき人間の中で、アトレウスの子たちだけが自分の妻を愛するというのか?
ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων §9.342τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν
優れた賢明な男であれば誰でも、自分の妻を愛し、気遣うものだ。
§9.343ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν.
私もまた、彼女を槍で得た捕虜であったにもかかわらず、心から愛していた。
§9.344νῦν δʼ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μʼ ἀπάτησε §9.345μή μευ πειράτω εὖ εἰδότος·
しかし今、彼は私の手から褒賞を奪い、私を欺いたのだから、彼のことをよく知っている私を試そうとするな。
οὐδέ με πείσει.
彼は私を説得できはしない。
§9.346ἀλλʼ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι §9.347φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.
いや、オデュッセウスよ、彼は、お前や他の王たちとともに、どのようにして船から破滅をもたらす火を防ぐかを相談するがよい。
§9.348ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,
実に、彼は私なしでも極めて多くの仕事をした。
§9.349καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπʼ αὐτῷ §9.350εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν·
そう、彼は城壁を築き、その傍らに広く深い壕を掘り、その中に杭を打ち込んだ。
§9.351ἀλλʼ οὐδʼ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο §9.352ἴσχειν·
しかし、そうしたところで、人を殺すヘクトルの力を抑えることはできない。
ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον §9.353οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ, §9.354ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν·
だが、私がアカイア人の中で戦っている間は、ヘクトルは城壁から遠く離れて戦いを起こそうとはしなかった、ただスカイア門とあのオークの木のところまで来るだけであった。
§9.355ἔνθά ποτʼ οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν.
かつて彼はそこで一人で私を待ち受けたが、私の猛攻からかろうじて命を救われたのだ」

語釈・文法注

  1. 9.288-289τάων ἥν κʼ ἐθέλῃσθα ... ἄγεσθαι — 関係代名詞属格複数 τάων の先行詞は前行の三人の娘。関係節内の対格 ἥν は不定法 ἄγεσθαι(「妻として娶る、連れて行く」)の直接目的語であり、φίλην(愛する妻として)は叙述的形容詞。ἄγεσθαι の意味上の主語は二人称単数接続法である ἐθέλῃσθα の主語(アキレウス)となる。
  2. 9.298λιπαρὰς τελέουσι θέμιστας — θέμις(法、掟)の複数対格である θέμιστας と動詞 τελέω(執行する、支払う)の組み合わせ。解釈は二通りあり、(1)「お前の支配下で、豊かな貢ぎ物(税)を納める」とする説(θέμιστας を王への義務や貢ぎ物とする)、(2)「実り豊かな(公正な)判決を(お前の王錫の下で)執行する」とする説。前後の文脈(豊富な財産を持つ住民たちが貢ぎ物でもってお前を敬うという直前の行)から、ここでは実質的に「貢ぎ物を納める」という支配的義務の履行を意味するものとして解釈される。
  3. 9.324κακῶς δʼ ἄρα οἱ πέλει αὐτῇ — この句は直前の鳥の比喩において、「鳥自身にとってはつらい状態になる」ことを意味する。οἱ は与格代名詞で鳥(母鳥)を指し、αὐτῇ(自身)がそれを強調している。πέλει は ἐστί(〜である、〜の状態で存在する)と同義。母鳥が雛のために餌を運び、自分は飢えに苦しむという自己犠牲的な対比を強調しており、アキレウスがアガメムノンのために戦って自身は報われない境遇にあることの対比となっている。
  4. 9.352-353ὄφρα δʼ ἐγὼ μετʼ Ἀχαιοῖσιν πολέμιζον οὐκ ἐθέλεσκε — 接続詞 ὄφρα はここでは「〜している間は」という時間節を導き、半過去(未完了過去)動詞 πολέμιζον とともに継続を表す。主節の動詞 ἐθέλεσκε は動詞 ἐθέλω(〜することを欲する)に反復・継続を示す反復過去接尾辞 -σκ- が付いた形であり、「(私が戦っていた間は、ヘクトルは〜することを)決して望まなかった、望もうとしなかった」という習慣的・反復的な過去の態度を表現している。

この箇所を引用する

ホメロス, イリアス §9.287-9.355. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:9.287-9.355

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。