Humanitext Reader

荷马 · 伊利亚特 §8.425-8.493

二女神折返与宙斯关于明日战事的预言

第 71 段,共 226 段 · 希腊语

内容简介

听从伊里斯的警告,赫拉与雅典娜折返并回到奥林匹斯。随后返回的宙斯嘲讽她们的沉默,并预言明日阿开亚人将面临更惨烈的命运,冷酷地无视赫拉的愤怒。夜幕降临,赫克托尔召集特洛伊人举行集会。

§8.425ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
如此说完,那疾风般迅捷的伊里斯便离去了。
§8.426αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν· §8.427ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτʼ ἔγωγε
然而赫拉对雅典娜开口说道: “哎,悲伤啊,持埃吉斯的宙斯之女!
§8.428νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·
我绝不再允许我们两人为了凡人的缘故去违抗宙斯、投入战斗。
§8.429τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω, §8.430ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ §8.431Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.
让他们中的一个毁灭,另一个活下去吧,且看谁碰上怎样的运气;让他(宙斯)在心中权衡自己的意图,去裁决特洛伊人和达奈人,因为这是理所当然的。
§8.432ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους·
” 她如此说完,便调转了单蹄的骏马。
§8.433τῇσιν δʼ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους, §8.434καὶ τοὺς μὲν κατέδησαν ἐπʼ ἀμβροσίῃσι κάπῃσιν, §8.435ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα· §8.436αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον §8.437μίγδʼ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.
时序女神们为她们解开了美丽鬃毛的骏马,并将它们系在神圣的马槽边,把战车靠在闪闪发光的壁墙旁;而她们自己则坐上了黄金的座椅,混在其他的神明之中,内心深处充满悲哀。
§8.438Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους §8.439Οὔλυμπον δὲ δίωκε, θεῶν δʼ ἐξίκετο θώκους.
与此同时,父神宙斯驾着轮子平稳的战车和骏马,从伊达山驱车前往奥林匹斯,来到了众神的座席。
§8.440τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος, §8.441ἅρματα δʼ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας· §8.442αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς §8.443ἕζετο, τῷ δʼ ὑπὸ ποσσὶ μέγας πελεμίζετʼ Ὄλυμπος.
为他,那著名的震地神解开了马匹,将战车安放在架台上,并铺上了细布罩单;而声音广阔的宙斯本人则在黄金宝座上就坐,大奥林匹斯山在他的脚下微微颤抖。
§8.444αἳ δʼ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη §8.445ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·
然而雅典娜和赫拉两人却坐在离宙斯较远的地方,只是自顾自坐着,既不向他说话,也不向他提问。
§8.446αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε· §8.447τίφθʼ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη;
但他心里察觉了这一切,开口说道: “雅典娜和赫拉,你们为何如此忧伤?
§8.448οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ §8.449ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.
你们绝非在给男儿带来荣耀的战斗中因消灭特洛伊人而疲惫不堪,而你们对他们抱有极深的愤恨。
§8.450πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι, §8.451οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ.
无论如何,只要有我的力量和这双不可侵犯的双手在,奥林匹斯山上的所有神明联手,也休想让我退缩。
§8.452σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα §8.453πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.
然而,在你们见到战争和战争的恐怖业障之前,颤抖早已攫住了你们那光彩的四肢。
§8.454ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν· §8.455οὐκ ἂν ἐφʼ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ §8.456ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵνʼ ἀθανάτων ἕδος ἐστίν.
因为我将如此直言,而这也本该实现:被雷霆击中的你们,绝不可能乘着你们的战车,重新回到奥林匹斯这不朽神明的居所。
§8.457ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη· §8.458πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
” 他如此说道,雅典娜和赫拉发出了低沉的叹息;她们并肩坐着,正在为特洛伊人策划灾难。
§8.459ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε §8.460σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει· §8.461Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα· §8.462αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
雅典娜保持着沉默,一言不发,对父神宙斯怀着愤怒,狂暴的怒火攫住了她;但赫拉在胸中无法按捺住怒火,开口说道: “最可怕的克罗诺斯之子,你说了什么样的话啊!
§8.463εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν· §8.464ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων, §8.465οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
我们自己也清楚知道,你的力量并非软弱无力;但我们依然为这些持长枪的达奈人感到哀怜,他们真的要履行悲惨的命运而走向毁灭了。
§8.466ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ, εἰ σὺ κελεύεις· §8.467βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει, §8.468ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.
不过,如果你如此命令,我们确实会退出战争;但我们要向阿戈斯人献策,这会对他们有所裨益,好让他们不致因你的愤怒而全部毁灭。
§8.469τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· §8.470ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα §8.471ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη §8.472ὀλλύντʼ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων· §8.473οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ §8.474πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα, §8.475ἤματι τῷ ὅτʼ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται §8.476στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος· §8.477ὣς γὰρ θέσφατόν ἐστι·
” 集云者宙斯回答她说道: “明日破晓,如果你愿意,牛眼的尊贵赫拉,你将会看到实力更为强大的克罗诺斯之子(我),消灭更多持长枪的阿戈斯人的大军;因为强健的赫克托尔绝不会停止战斗,直到那敏捷的佩琉斯之子在船旁被唤醒,在那一天,他们将在战船的后部为了倒下的帕特罗克洛斯,在极度险恶的境地中展开激战;因为神意就是如此命定的。
σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω §8.478χωομένης, οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαι §8.479γαίης καὶ πόντοιο, ἵνʼ Ἰάπετός τε Κρόνος τε §8.480ἥμενοι οὔτʼ αὐγῇς Ὑπερίονος Ἠελίοιο §8.481τέρποντʼ οὔτʼ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς· §8.482οὐδʼ ἢν ἔνθʼ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε §8.483σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.
对于你的愤怒,我并不在乎,哪怕你走到大地和海洋那极远的尽头,在那里,伊阿佩托斯和克罗诺斯正坐着,既享受不到高空赫利俄斯太阳的光芒,也感受不到微风,而深邃的塔耳塔洛斯环绕在四周;即使你流浪到那个地方,我也绝不理会你的满腔怨气,因为世上没有比你更不知羞耻的东西了。
§8.484ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη λευκώλενος Ἥρη.
” 他如此说道,白臂女神赫拉没有回答。
§8.485ἐν δʼ ἔπεσʼ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο §8.486ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.
太阳的灿烂光芒坠入俄刻阿诺斯,将黑夜拉到了赐予谷物的大地上。
§8.487Τρωσὶν μέν ῥʼ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς §8.488ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.
对于特洛伊人来说,光芒不情愿地隐去了,但对于阿开亚人来说,那令人向往、祈祷了三次的黑暗之夜终于降临。
§8.489Τρώων αὖτʼ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ §8.490νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι, §8.491ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.
随后,辉煌的赫克托尔召集了特洛伊人的大会,将他们从船只旁边引开,带到那旋转的河流之畔,一处显然没有尸体的干净空地上。
§8.492ἐξ ἵππων δʼ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον §8.493τόν ῥʼ Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δʼ ἄρα χειρὶ
他们纷纷下马立于地上,倾听着宙斯所钟爱的赫克托尔所发表的演说;在他的手中,

词汇与语法注释

  1. 8.428νῶϊ ἐῶ — 动词 ἐῶ(ἐάω 的现在直陈式单数第一人称)伴随不定式表示“允许”或“容忍”。此处它与双数第一人称宾格代词 νῶϊ(作不定式 πτολεμίζειν 的主语)连用,意为“我不再允许我们两人去战斗”,表达了赫拉放弃介入战争的坚决态度。
  2. 8.430τὰ ἃ φρονέων — 中性复数宾格指示/物主代词 τὰ ἃ(他自己的事)在此作为现在分词 φρονέων(思考、企图)的内在宾语,或起副词作用。意为“在心中筹划他自己的意图”或“按照他自己的想法”。
  3. 8.448οὐ μέν θην κάμετόν γε — 动词形式 κάμετον 是 κάμνω(疲倦、劳苦)的第二过去时双数第二人称。它与随后的不定式 ὀλλῦσαι(消灭)连用,构成反讽式表达:“你们绝非因消灭(特洛伊人)而感到疲惫”。语气小词 θην 增加了确信或讽刺的强调(“绝不至于”)。
  4. 8.454τὸ δέ κεν τετελεσμένον ἦεν — 语气词 κεν(ἄν 的诗歌对等词)与直陈式过去时 ἦεν(εἰμί 的单数第三人称,与完成时被动分词 τετελεσμένον 构成迂回式过去完成时)结合。这表示过去的反事实条件(“如果当时发生了,那它本该已经实现”),强调了如果宙斯用雷霆击中她们所必然导致的结果。
  5. 8.474πρὶν ὄρθαι — 连词 πρὶν 接在前句的否定式(οὐ γὰρ πρὶν...)之后,此处接不定式 ὄρθαι(ὄρνυμι 的第二过去时中动形式,作不及物动词用,意为“起来、苏醒”),表示“直到……才……”。宾格的 Πηλεΐωνα 作该不定式的意义上主语。

引用这一段

荷马, 伊利亚特 §8.425-8.493. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:8.425-8.493

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。