§8.353ὀλλυμένων Δαναῶν κεκαδησόμεθʼ ὑστάτιόν περ;
“难道我们连最后一次也不再去关心那些正在走向毁灭的达奈人吗?
§8.354οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται §8.355ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς §8.356Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.
他们正因一个人的猖獗而履行着悲惨的命运走向毁灭,而他已经疯狂得不可遏制,那普里阿摩斯之子赫克托尔,而且他确实已经作了许多恶事。
§8.357τὴν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· §8.358καὶ λίην οὗτός γε μένος θυμόν τʼ ὀλέσειε §8.359χερσὶν ὑπʼ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ· §8.360ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι §8.361σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς· §8.362οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν §8.363τειρόμενον σώεσκον ὑπʼ Εὐρυσθῆος ἀέθλων.
” 灰眸女神雅典娜回答她说道: “确实,这家伙也本应在祖国的土地上,死在阿戈斯人的手下,丧失其生命与力量;然而我的父亲正心怀不轨地狂妄自大,残忍暴虐,一味作恶,阻碍我的决心;他一点也不记得,当他的儿子被欧律斯透斯的劳役折磨得痛苦不堪时,我是多么频繁地将他拯救出来。
§8.364ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς §8.365τῷ ἐπαλεξήσουσαν ἀπʼ οὐρανόθεν προΐαλλεν.
那时他向着天空痛哭,而宙斯派我从天界降临去协助他。
§8.366εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσὶ πευκαλίμῃσιν §8.367εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν §8.368ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο, §8.369οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.
如果当时我那聪慧的心灵中知道这一切,当他派他前往锁门的哈得斯之府,去把可憎的冥府之犬从厄瑞玻斯带出来时,他绝不可能逃脱斯堤克斯河那陡峭险峻的激流。
§8.370νῦν δʼ ἐμὲ μὲν στυγέει, Θέτιδος δʼ ἐξήνυσε βουλάς, §8.371ἥ οἱ γούνατʼ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου, §8.372λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
而如今他却憎恨我,成全了忒提斯的意愿,她曾亲吻他的双膝,用手抚摸他的胡须,恳求他给毁城的阿喀琉斯带来尊荣。
§8.373ἔσται μὰν ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.
然而,终有一天,他会再次称呼我为心爱的灰眸女儿。
§8.374ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους, §8.375ὄφρʼ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο §8.376τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι §8.377ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ §8.378γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας, §8.379ἦ τις καὶ Τρώων κορέει κύνας ἠδʼ οἰωνοὺς §8.380δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
不过,现在你且为我们套上单蹄的骏马,待我进入持埃吉斯的宙斯之殿,披上战甲以备战斗,好让我看看当尊贵的普里阿摩斯之子、亮盔的赫克托尔看见我们出现在战场的通道上时是否还会高兴,抑或是否有哪个特洛伊人也会倒在阿开亚人的船旁,用他的油脂和肉体去喂饱狗群和猛禽。
§8.381ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.
” 她如此说道,白臂女神赫拉并未违抗。
伟大的克罗诺斯之女、备受尊崇的女神赫拉,亲自前去套上配有金额饰的骏马。
§8.384αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο §8.385πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει §8.386ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν, §8.387ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο §8.388τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
而持埃吉斯的宙斯之女雅典娜,在父亲的殿堂地上拂落了她那件由她自己亲手织就的、绚丽精美的轻柔长袍,她穿上集云者宙斯的内衣,披上了那令人泪下的战甲。
§8.389ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος §8.390βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν §8.391ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
随后她迈步登上了烈火般的战车,抓起那柄沉重、巨大且坚固的矛枪,这位拥有强力父亲的女战神用它征服英雄们的队列,只要她对他们心怀愤怒。
§8.392Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους· §8.393αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι, §8.394τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε §8.395ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.
赫拉迅速用鞭子催促起骏马;天门自动发出低沉的轰鸣声,这门由时序女神们看管,伟大的天界与奥林匹斯山都托付给她们,既可拨开浓云,亦可重新将其笼罩。
§8.396τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους.
于是她们驾着受驱策的骏马穿过了这道天门。
§8.397Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατʼ ἄρʼ αἰνῶς, §8.398Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν· §8.399βάσκʼ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδʼ ἔα ἄντην §8.400ἔρχεσθʼ· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ.
然而,父神宙斯从伊达山看见此景,勃然大怒,随即派金翅的伊里斯去传达御旨: “快去,迅捷的伊里斯,让她们退回去,不要让她们正面朝我走来;因为我们在战斗中相遇绝非好事。
§8.401ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· §8.402γυιώσω μέν σφωϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους, §8.403αὐτὰς δʼ ἐκ δίφρου βαλέω κατά θʼ ἅρματα ἄξω· §8.404οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς §8.405ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός· §8.406ὄφρα ἰδῇ γλαυκῶπις ὅτʼ ἂν ᾧ πατρὶ μάχηται.
因为我将如此直言,而这也必将实现:我将她们的战车下废掉她们的骏马,并把她们自己从车座上抛落,还要砸碎她们的战车;即便是过了十个循环的年头,她们也无法治愈雷霆所造成的创伤;好让那灰眸女神知道,当她与自己的父亲战斗时会面临什么。
而对赫拉,我倒不至于如此愤怒和怨恨;因为她总是习惯于阻挠我所说的一切。
” 他如此说道,疾风般迅捷的伊里斯随即起程传信,从伊达山脉前往高耸的奥林匹斯。
在那山峦起伏的奥林匹斯的第一道大门前,她拦住了她们,并向她们转达了宙斯的话语: “你们要往哪里急行?
§8.413πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;
为什么你们胸中的心狂乱起来?
§8.414οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.
克罗诺斯之子不允许你们前去援助阿戈斯人。
§8.415ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ, §8.416γυιώσειν μὲν σφῶϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους, §8.417αὐτὰς δʼ ἐκ δίφρου βαλέειν κατά θʼ ἅρματα ἄξειν· §8.418οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς §8.419ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός· §8.420ὄφρα ἰδῇς γλαυκῶπι ὅτʼ ἂν σῷ πατρὶ μάχηαι.
因为克罗诺斯之子已经发出了这样的威胁,而且必将予以实现:他将在你们的战车下废掉你们的骏马,并把你们自己从车座上抛落,还要砸碎你们的战车;即便是过了十个循环的年头,你们也无法治愈雷霆所造成的创伤;好让你这灰眸女神知道,当你与自己的父亲战斗时会面临什么。