§8.211ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.
“哪怕是我们所有人;因为他要强大得多。
§8.212ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· §8.213τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε §8.214πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων §8.215εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ §8.216Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.
” 他们如此这般互相交谈着;与此同时,在从战船到城墙、被战壕阻隔的所有空间里,都同样挤满了战马和手持盾牌的战士,他们被围困着;而围困他们的,是堪比迅捷阿瑞斯的普里阿摩斯之子赫克托尔,此时宙斯已赐予他荣耀。
§8.217καί νύ κʼ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας, §8.218εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρη §8.219αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.
此刻他本已用熊熊烈火烧毁那些匀称的战船,若不是庄严的赫拉将心意放进阿伽门农的心中,让他自己迅速奔忙起来去鼓舞阿开亚人。
§8.220βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν §8.221πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ, §8.222στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ, §8.223ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε, §8.224ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο §8.225ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας §8.226εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν· §8.227ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· §8.228αἰδὼς Ἀργεῖοι, κάκʼ ἐλέγχεα, εἶδος ἀγητοί·
他穿行在阿开亚人的营帐和战船旁,强健的手中拿着一件巨大的紫色斗篷,他站在奥德修斯那艘庞大空心、漆黑的战船上,这艘船恰好在中央,两边都可以听得见声音,既可以传到特拉蒙之子埃阿斯的营帐,也可以传到阿喀琉斯的营帐;因为他们因信赖自己的勇武和双手的力量,而将各自匀称的战船拉到两端的最边缘;他放开喉咙,向着达奈人大声呐喊: “耻辱啊,阿耳戈斯人,卑劣的败类,徒有好看的外表!
§8.229πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,
那些豪言壮语都到哪里去了?
§8.230ἃς ὁπότʼ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε, §8.231ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων §8.232πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο, §8.233Τρώων ἄνθʼ ἑκατόν τε διηκοσίων τε ἕκαστος §8.234στήσεσθʼ ἐν πολέμῳ·
当时我们自诩为最勇敢的人,你们曾在利姆诺斯虚张声势地宣称,吃着牛角挺直的公牛的大量牛肉,喝着满溢着美酒的调酒缸,说你们每个人在战场上都能抵挡一百个或两百个特洛伊人?
νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν §8.235Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ.
可如今,我们连一个人也敌不过,敌不过赫克托尔,他很快就会用熊熊烈火烧毁我们的战船。
父祖宙斯啊,你曾否让某位强大的国王遭受如此沉重的灾难,并夺走了他的巨大荣耀?
§8.238οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν §8.239νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων, §8.240ἀλλʼ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρίʼ ἔκηα §8.241ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.
然而我敢说,在我乘着多桨的战船不祥地来到这里时,绝没有漏过任何一座你美丽的祭坛,而是在所有的祭坛上,我都焚烧了公牛的肥肉和股骨,热切地渴望着攻破城墙坚固的特洛伊。
§8.242ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ· §8.243αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι, §8.244μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.
但是,宙斯,至少请成全我的这个心愿:允许我们自己逃生并避开死亡,不要让阿开亚人就这样被特洛伊人征服。
§8.245ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα, §8.246νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδʼ ἀπολέσθαι.
” 他这样说,父神哀怜他流下的眼泪,便点头允诺,让他的军旅保全性命而不致毁灭。
§8.247αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν, §8.248νεβρὸν ἔχοντʼ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης· §8.249πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν, §8.250ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί.
随即他便派出一只雄鹰,那是飞禽中最灵验的征兆,它的利爪中抓着一只幼鹿,那是敏捷的母鹿之子;雄鹰在宙斯美丽的祭坛旁丢下了幼鹿,阿开亚人常在此处向万能神谕的宙斯祭献。
§8.251οἳ δʼ ὡς οὖν εἴδονθʼ ὅ τʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις, §8.252μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.
当阿开亚人们看见那只鸟是从宙斯那里飞来时,便更加凶猛地向特洛伊人冲去,重新想起了战斗的狂热。
§8.253ἔνθʼ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων §8.254εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους §8.255τάφρου τʼ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι, §8.256ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν §8.257Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους· §8.258τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν §8.259ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν· §8.260ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
那时,虽然达奈人人数众多,却无一人能自豪地说,自己比蒂丢斯之子更早驾驭骏马越过战壕并迎面投入战斗;相反,他远远争先杀死了一名全副武装的特洛伊战士,即弗拉德蒙之子阿格劳斯;彼时那人正拨转战马准备逃跑,但当他转身时,狄奥墨德斯将长枪刺入他的后背,正中双肩之间,并穿透了他的胸膛;他从战车上跌落下来,身上的铠甲发出铿锵的声响。
§8.261τὸν δὲ μετʼ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος, §8.262τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν, §8.263τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος §8.264Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ, §8.265τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός· §8.266Τεῦκρος δʼ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων, §8.267στῆ δʼ ἄρʼ ὑπʼ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.
在他之后是阿特柔斯之子阿伽门农和墨涅拉奥斯,在他们之后是披戴着凶猛武勇的两埃阿斯,在他们之后是伊多墨纽斯和伊多墨纽斯的侍从墨里奥内斯,堪比杀人如麻的厄倪阿利俄斯,在他们之后是欧艾蒙的显赫之子欧律皮洛斯;特夫克罗斯是第九个来的,他拉开反曲的弓,站在特拉蒙之子埃阿斯的盾牌下。
§8.268ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γʼ ἥρως §8.269παπτήνας, ἐπεὶ ἄρ τινʼ ὀϊστεύσας ἐν ὁμίλῳ §8.270βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν, §8.271αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν §8.272εἰς Αἴανθʼ· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.
在那里,埃阿斯便移开他的盾牌;而英雄特夫克罗斯环顾四周,一旦他在人群中射中某人,那人便倒在原地,丧失了生命,而他则再次跑回去,像孩子钻进母亲怀里一样躲在埃阿斯身旁;埃阿斯则用闪亮的盾牌将他遮蔽起来。
§8.273ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;
那时,完美无瑕的特夫克罗斯最先杀死了哪位特洛伊人?
§8.274Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδʼ Ὀφελέστην §8.275Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην §8.276καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον, §8.277πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
首先是奥耳西洛科斯,接着是奥尔墨诺斯和奥斐莱斯忒斯,以及戴托尔、克罗米奥斯、神一样的吕科丰忒斯,和波吕哀蒙之子阿摩帕翁以及墨拉尼波斯;他将所有这些人,一个接一个地,击倒在抚育万物的土地上。
§8.278τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων §8.279τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας· §8.280στῆ δὲ παρʼ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε· §8.281Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν §8.282βάλλʼ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι
人间之王阿伽门农看见他正用强劲的弓摧毁特洛伊人的方阵,便十分欣喜,他走上前去站在他身旁,对他开言道: “亲爱的特夫克罗斯,特拉蒙之子,民众的统领,就这样射击吧,你或许会成为达奈人的救星光芒,