Humanitext Reader

荷马 · 伊利亚特 §8.140-8.210

狄奥墨德斯撤退与赫克托尔追击

第 67 段,共 226 段 · 希腊语

内容简介

涅斯托尔意识到宙斯的意志不可违抗,说服狄奥墨德斯撤退;赫克托尔确信胜利在望,在鼓舞特洛伊军队的同时企图夺取涅斯托尔和狄奥墨德斯的铠甲。赫拉为此感到愤怒,但波塞冬拒绝反抗宙斯。

§8.140ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετʼ ἀλκή;
“难道你不知道,从宙斯那里并没有力量伴随你吗?
§8.141νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει §8.142σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κʼ ἐθέλῃσι, §8.143δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο §8.144οὐδὲ μάλʼ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.
因为现在克罗诺斯之子宙斯正将荣耀恩赐予他,在今天;但此后若他愿意,也会再次赐予我们;但凡人绝不可能阻挡宙斯的意图,哪怕他极其强悍,因为宙斯要强大得多。
§8.145τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης· §8.146ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·
” 于是,擅长呐喊的狄奥墨德斯回答他道: “老人家,确实,你所说的这一切都合乎情理。
§8.147ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει· §8.148Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων· §8.149Τυδεΐδης ὑπʼ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.
然而,这可怕的痛苦涌上我的心头和灵魂:因为赫克托尔有朝一日在特洛伊人集会发言时必会说: ‘蒂丢斯之子因惧怕我而逃回了战船。
§8.150ὥς ποτʼ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.
’ 他有朝一日必会这样夸耀;到那时,愿辽阔的大地裂开将我吞没。
§8.151τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· §8.152ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.
” 于是,格勒尼亚的骑士涅斯托尔回答他道: “哀哉,睿智的蒂丢斯之子,你竟说出这样的话!
§8.153εἴ περ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει, §8.154ἀλλʼ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες §8.155καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων, §8.156τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.
因为即使赫克托尔会说你是懦夫和弱者,特洛伊人和达耳达尼亚人也不会相信,那些心性高贵、手持盾牌的特洛伊人的妻子们也不会相信,因为你曾将她们健壮的丈夫打落于尘土之中。
§8.157ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους §8.158αὖτις ἀνʼ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ §8.159ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.
” 他说完这些,便将独蹄的战马转过身来逃跑,重新穿过混战;而在他们身后,特洛伊人和赫克托尔伴着可怕的呼喊,倾泻下令人叹息的投枪。
§8.160τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ· §8.161Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι §8.162ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι· §8.163νῦν δέ σʼ ἀτιμήσουσι· γυναικὸς ἄρʼ ἀντὶ τέτυξο.
闪亮头盔的伟大赫克托尔朝着他放声大喊: “蒂丢斯之子,驭马迅捷的达奈人过去最尊崇你,赐予你上席、肉食和满盈的杯盏;但现在他们会蔑视你;你原来不过是个像女人一样的货色。
§8.164ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο §8.165πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας §8.166ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.
滚吧,没用的玩偶,因为只要我不退让,你就休想登上我们的城墙,也休想用战船载走我们的女人;在那之前,我会先赐予你死期。
§8.167ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν §8.168ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.
” 他这样说,蒂丢斯之子在两种想法中犹豫不决,是要拨转战马,还是迎面与他战斗。
§8.169τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν, §8.170τρὶς δʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς §8.171σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.
三度,他在心中和灵魂里深思踌躇,三度,足智多谋的宙斯从伊达山群峰间打响巨雷,向特洛伊人昭示扭转战局的胜利之兆。
§8.172Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας· §8.173Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ §8.174ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
赫克托尔朝着特洛伊人放声大喊,高声召呼: “特洛伊人、吕基亚人和贴身近战的达耳达尼亚人,友人们,要做男子汉,记住你们凶猛的武勇。
§8.175γιγνώσκω δʼ ὅτι μοι πρόφρων κατένευσε Κρονίων §8.176νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα· §8.177νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο §8.178ἀβλήχρʼ οὐδενόσωρα· τὰ δʼ οὐ μένος ἁμὸν ἐρύξει· §8.179ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.
我知道,克罗诺斯之子心怀善意地向我允诺了胜利和伟大的荣耀,而带给达奈人的却是灾殃;愚蠢的人,他们竟然建造了这些墙垣,如此脆弱,不值一顾;它们阻挡不了我的气势;我们的战马能轻易跃过挖掘出的战壕。
§8.180ἀλλʼ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι, §8.181μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω, §8.182ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς §8.183Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.
但是,一旦我到达了那些空心的战船旁,到那时,就必须准备好毁灭性的烈火,好让我用火烧毁战船,并在战船旁杀死那些被浓烟熏得惊慌失措的阿耳戈斯人。
§8.184ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε· §8.185Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε §8.186νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν §8.187Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος §8.188ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν §8.189οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι, §8.190ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.
” 他这样说着,向他的战马呼唤并说道: “克珊托斯,还有你,波达耳戈斯,以及埃通和神圣的兰波斯,现在的你们要报答我对你们的照料,那可是极其丰厚的,心性高贵的热提翁之女安德罗玛刻,甚至在我之前,就为你们供上甘甜的小麦,并在你们心愿所求时掺好美酒供你们饮用,甚至在我这个自诩为她健壮丈夫的人之前。
§8.191ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν §8.192ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει §8.193πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν, §8.194αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιο §8.195δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.
快追上去,加把劲,好让我们夺取涅斯托尔的盾牌,它的名声如今直达云霄,据说它通体都是黄金,连把手和盾牌本身也是;并从驭马的狄奥墨德斯的双肩上夺下那件精巧的胸甲,那是赫斐斯托斯费心制作的。
§8.196εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς §8.197αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.
如果我们能夺得这两样东西,我便期望着阿开亚人就在今夜登上海船,仓皇离去。
§8.198ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη, §8.199σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον, §8.200καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα· §8.201ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οὐδέ νυ σοί περ §8.202ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.
” 他这样自负地宣告,而庄严的赫拉极其愤怒,她在宝座上震怒,使得辽阔的奥林匹斯山随之颤动,她面对伟大的神明波塞冬开言道: “哀哉,震动大地、威力无边的神明,难道连你的胸中也对那些正在灭亡的达奈人不产生怜悯吗?
§8.203οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι §8.204πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.
然而他们曾在赫利刻和埃盖为你呈献上许多精美无比的礼物;因此你应当愿意让他们得胜。
§8.205εἴ περ γάρ κʼ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί, §8.206Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν, §8.207αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.
因为如果我们所有身为达奈人助手的人都愿意击退特洛伊人,并制止宽广声音的宙斯,那他只得独自坐在伊达山上,在那里愁眉不展。
§8.208τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων· §8.209Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.
” 震动大地的神主极为震怒地对她说道: “赫拉,言语冒失的女人,你说了什么样的话!
§8.210οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι
我绝不愿我们与克罗诺斯之子宙斯战斗,因为他要强大得多。 ”

词汇与语法注释

  1. §8.140 — 代替了连词 ὅτι(那/……的事实),引导名词性从句,作为 ἦ οὐ γιγνώσκεις(难道你不知道……)的直接宾语。或者,也可以将其视为中性单数宾格关系代词,用以引导名词性从句。
  2. §8.143κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο — 助词 κεν(ἄν 的荷马式变体)与选择语气(εἰρύσσαιτο,εἰρύομαι 的不定过去时中动语气)的结合,表达了潜在可能性(‘绝无凡人能阻挡’)。Διὸς νόον(宙斯的意图)是该动词的直接宾语。
  3. §8.150τότε μοι χάνοι εὐρεῖα χθών — 动词 χάνοι(χάσκω 的不定过去时主动语气单数第三人称)是表示愿望的独立选择语气(‘愿大地那时开裂将我吞没’)。μοί 起到关系与格或伦理与格的作用。
  4. §8.164ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο — 短语 εἴξαντος ἐμεῖο(εἴκω 的不定过去时分词单数属格与第一人称代词单数属格)在连词 ἐπεί 之后构成了属格绝对结构(‘因为我不退让’)。
  5. §8.186ἀποτίνετον — 尽管赫克托尔在 §8.185 中点名了四匹马,但动词 ἀποτίνετον(以及 §8.191 中的 ἐφομαρτεῖτον 和 σπεύδετον)却使用了双数形式(第二人称双数现在时命令法)。这反映了传统的双马战车配对,或是荷马史诗中在指代群体时双数与复数混用的习惯。
  6. §8.196εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν — 条件从句中的 εἰ 搭配选择语气(λάβοιμεν),与主句中带 κεν 的选择语气(ἐελποίμην κεν)相结合,构成了潜在条件句(‘如果我们能夺得这两样,我便期望……’)。不定式 ἐπιβήσεμεν 充当 ἐελποίμην 的宾语。

引用这一段

荷马, 伊利亚特 §8.140-8.210. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:8.140-8.210

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。