§8.283πατρί τε σῷ Τελαμῶνι, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα, §8.284καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ· §8.285τὸν καὶ τηλόθʼ ἐόντα ἐϋκλείης ἐπίβησον.
还有你的父亲特拉蒙,他在你幼小时抚养你,尽管你是私生子,仍将你收留于自家照料;使那远在他乡的他,也登上光荣的顶峰。
§8.286σοὶ δʼ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται· §8.287αἴ κέν μοι δώῃ Ζεύς τʼ αἰγίοχος καὶ Ἀθήνη §8.288Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον, §8.289πρώτῳ τοι μετʼ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω, §8.290ἢ τρίποδʼ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν §8.291ἠὲ γυναῖχʼ, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.
我向你直言,此事定将实现:若是持埃吉斯的宙斯与雅典娜允许我攻陷建构完好的伊利奥斯城,在我之后,我将最先给你的双手奉上荣誉的赏赐,或是一尊三脚釜,或是配有战车的两匹骏马,或是与你共枕的一位女子。
§8.292τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων· §8.293Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν §8.294ὀτρύνεις;
” 完美无瑕的特夫克罗斯回答他,开言道: “最显赫的阿特柔斯之子啊,我自己本已热切,你又何必催促我呢?
οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι
确实,只要我有力量,我就绝不停息。
§8.295παύομαι, ἀλλʼ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθʼ αὐτοὺς §8.296ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.
自从我们将他们逼退回伊利奥斯起,从那时起我就用弓箭等待并射杀敌人。
§8.297ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς, §8.298πάντες δʼ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν· §8.299τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.
我已经射出了八支锐利的箭,它们全都钉进了好战勇士的肉体;唯独这只疯狗,我怎么也射不中他。
” 他开言道,又从弦上射出一箭,向着赫克托尔直射而去,心中极想射中他。
§8.302καὶ τοῦ μέν ῥʼ ἀφάμαρθʼ, ὃ δʼ ἀμύμονα Γοργυθίωνα §8.303υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ, §8.304τόν ῥʼ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ §8.305καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι.
然而他再次射偏了,却用箭射中了普里阿摩斯的优秀儿子、完美无瑕的戈耳古提翁的胸膛,他是从埃绪梅嫁来的母亲、形体美如女神的卡斯提阿内拉所生之子。
§8.306μήκων δʼ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τʼ ἐνὶ κήπῳ §8.307καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν, §8.308ὣς ἑτέρωσʼ ἤμυσε κάρη πήληκι βαρυνθέν.
正如花园中的罂粟花,因果实和春雨的沉重而将头垂向一侧,他的头也因头盔的沉重而向一侧垂下。
特夫克罗斯又从弦上射出一支箭,向着赫克托尔直飞而去,心中极想射中他。
§8.311ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων· §8.312ἀλλʼ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα §8.313ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν·
然而他那时也射偏了,因为阿波罗将箭拨开;但他射中了赫克托尔那冲向战场的勇敢御者阿尔刻普托勒摩斯,正中乳房旁的胸部。
他从战车上翻滚坠落,捷足的骏马们惊恐避开;就在那里,他的灵魂与力量消散了。
§8.316Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
赫克托尔的心中因御者的死而笼罩上剧烈的悲伤。
§8.317τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου, §8.318Κεβριόνην δʼ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα §8.319ἵππων ἡνίʼ ἑλεῖν· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.
尽管为战友哀悼,他还是放下了他,命令就在附近的兄弟刻布里奥内斯执起马缰,后者听闻后并未违抗。
§8.320αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος §8.321σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρί, §8.322βῆ δʼ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.
赫克托尔自己则从闪烁耀眼的战车上跳落到地面,发出可怕的吼声;他手里抓起一块大石,径直向特夫克罗斯冲去,他的心意驱使着他去击打他。
§8.323ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν, §8.324θῆκε δʼ ἐπὶ νευρῇ· τὸν δʼ αὖ κορυθαίολος Ἕκτωρ §8.325αὐερύοντα παρʼ ὦμον, ὅθι κληῒς ἀποέργει §8.326αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι, §8.327τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι, §8.328ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ, §8.329στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.
正当特夫克罗斯从箭袋中取出锐利的箭、搭在弦上之时,那头盔闪烁的赫克托尔,就在他向后拉弓、瞄准肩膀旁——此处锁骨将颈部与胸膛分开,是最为致命的部位——之时,向着正热切对准他的特夫克罗斯投出一块嶙峋的石头,击断了他的弓弦;特夫克罗斯的手腕因之麻木,他双膝跪地倒下,动弹不得,弓也从他的手中滑落。
但埃阿斯绝没有忽视倒下的兄弟,而是跑过去立于其上,用自己的盾牌将其遮蔽。
§8.332τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι §8.333Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ §8.334νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
随后,两位忠实的战友—— 埃基奥斯之子梅基斯透斯和高贵的阿拉斯托尔—— 将他抬起,扶着发出沉重呻吟的他送回空心的战船。
§8.335ἂψ δʼ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν· §8.336οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς· §8.337Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.
奥林匹斯的神明再次向特洛伊人注入了力量;他们将阿开亚人径直逼退回深沟;赫克托尔走在最前列,凭借其神力而狂喜。
§8.338ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος §8.339ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων §8.340ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει, §8.341ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς, §8.342αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο.
正如捷足的猎犬在后追逐野猪或雄狮,咬住其臀部和后胯,并时刻注视着它转身时的破绽,赫克托尔也这样紧逼蓄着长发的阿开亚人,不断杀死掉在最后的人;而他们则纷纷逃窜。
§8.343αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν §8.344φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν, §8.345οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες, §8.346ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι §8.347χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος· §8.348Ἕκτωρ δʼ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους §8.349Γοργοῦς ὄμματʼ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.
但当他们在逃跑中穿过了尖桩栅栏和战壕,且有许多人倒在特洛伊人的手下之后,他们在战船旁停了下来,彼此呼喊,并向所有神明举起双手,每个人都大声祈祷;而赫克托尔则让鬃毛美丽的骏马来回奔驰,双眼闪烁着戈耳工或杀人如麻的阿瑞斯般的光芒。