Humanitext Reader

荷马 · 伊利亚特 §8.70-8.139

宙斯的黄金天秤与迪奥墨得斯的奋战

第 66 段,共 226 段 · 希腊语

内容简介

宙斯用黄金天秤称量两军命运,预示阿开亚人将战败。迪奥墨得斯营救了陷入绝境的涅斯托耳并向赫克托耳发起挑战,但在宙斯降下的霹雳威吓下被迫撤退。

§8.70ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο §8.71Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
他在天秤中放上了两个带来死亡的致命命运,一个是驯马的特洛伊人的,另一个是披青铜甲的阿开亚人的。
§8.72ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν.
他提起天秤的中间;阿开亚人的命运之日下沉了。
§8.73αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ §8.74ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·
阿开亚人死亡的命运落在了育养万物的大地上,而特洛伊人的则升向了辽阔的天空。
§8.75αὐτὸς δʼ ἐξ Ἴδης μεγάλʼ ἔκτυπε, δαιόμενον δὲ §8.76ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες §8.77θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.
他自己从伊达山发出隆隆雷声,将燃烧的闪电投向阿开亚人的军队;他们见此景象,大为惊愕,苍白的恐惧笼罩了所有人。
§8.78ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν οὔτʼ Ἀγαμέμνων, §8.79οὔτε δύʼ Αἴαντες μενέτην θεράποντες Ἄρηος·
此时,不论是伊多墨纽斯还是阿伽门农,都不敢留存,连阿瑞斯的两位侍从,大埃阿斯和小埃阿斯,也没有留下。
§8.80Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν §8.81οὔ τι ἑκών, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ
只有阿开亚人的护卫者、格勒尼亚的涅斯托耳留了下来,并非出于自愿,而是他的马受了重伤。
§8.82δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο §8.83ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων §8.84κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
那马是被美发海伦的丈夫、高贵的亚历山德罗斯射中的,箭射在头颅最顶端,也就是马的第一缕鬃毛生长在骨头上的地方,这里是最致命的部位。
§8.85ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ, §8.86σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.
马因剧痛而腾跃,箭深入脑部,它因青铜箭头的刺入而挣扎翻滚,使其他马匹陷入混乱。
§8.87ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε §8.88φασγάνῳ ἀΐσσων, τόφρʼ Ἕκτορος ὠκέες ἵπποι §8.89ἦλθον ἀνʼ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες §8.90Ἕκτορα· καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν §8.91εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·
当老人正急忙用剑割断副马的系带时,赫克托耳驾着快捷的战马,载着勇敢的御者赫克托耳,穿过追击的喧嚣而至;此时,若非大声疾呼的勇敢的迪奥墨得斯迅速察觉,老人就在那里丧命了。
§8.92σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα· §8.93διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ §8.94πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;
他发出可怕的叫声,催促奥德修斯: “神圣的拉埃耳提斯之子、足智多谋的奥德修斯,你往哪里逃,竟然在人群中像懦夫一样转过身去?
§8.95μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ·
小心有人在你逃跑时从背后刺入长枪。
§8.96ἀλλὰ μένʼ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.
留下来吧,让我们从老人身边赶走那个凶猛的家伙!
§8.97ὣς ἔφατʼ, οὐδʼ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς, §8.98ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
” 他这样喊道,但长期忍耐的高贵奥德修斯没有听从,反而疾驰而过,奔向阿开亚人的中空战船。
§8.99Τυδεΐδης δʼ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη, §8.100στῆ δὲ πρόσθʼ ἵππων Νηληϊάδαο γέροντος, §8.101καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §8.102ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί, §8.103σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει, §8.104ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.
然而狄丢斯之子虽只有一人,依然冲入先锋战士之中,立在涅琉斯之子、老人的战马前方,向他高声说出如翼的话语: “老人啊,年轻的战士们确实把你逼得很紧,你的力量已经耗尽,沉重的暮年如影随形,你的侍从软弱无力,你的马匹也行走迟缓。
§8.105ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι §8.106οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο §8.107κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι, §8.108οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.
来吧,登上我的战车,好让你看看特洛伊的战马是怎样的,它们懂得如何在平原上极为迅速地往来追击和退却,这些战马是我从那制造恐怖的埃涅阿斯那里夺来的。
§8.109τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ §8.110Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ §8.111εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.
让我们的侍从照顾你那马匹,我们两人则驾着这战马直奔驯马的特洛伊人,好让赫克托耳也知道,我的长枪在我的手掌中是否也会疯狂肆虐。
§8.112ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
” 他这样说,格勒尼亚的骑士涅斯托耳并未违抗。
§8.113Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην §8.114ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.
于是,两位强健的侍从,斯忒涅洛斯和温和的欧律墨冬,便去照料涅斯托耳的马匹。
§8.115τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην· §8.116Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα, §8.117μάστιξεν δʼ ἵππους· τάχα δʼ Ἕκτορος ἄγχι γένοντο.
他们两人则登上了迪奥墨得斯的战车;涅斯托耳在手中握住闪亮的手缰,鞭打着马匹;他们很快就逼近了赫克托耳。
§8.118τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός· §8.119καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα §8.120υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα §8.121ἵππων ἡνίʼ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.
正当他迎面冲来时,狄丢斯之子投出了长枪;虽然他没有击中赫克托耳,却刺中了赫克托耳的御者和侍从,即高傲的底比斯人之子埃尼奥培乌斯,当他正握着马匹的手缰时,枪尖刺中了乳房旁的胸部。
§8.122ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι §8.123ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
他从车上跌落,快捷的战马惊退;他的生命和力量就在那里消散。
§8.124Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο· §8.125τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου §8.126κεῖσθαι, ὃ δʼ ἡνίοχον μέθεπε θρασύν· οὐδʼ ἄρʼ ἔτι δὴν §8.127ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν §8.128Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθʼ ἵππων §8.129ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.
赫克托耳因失去御者而心生巨大的悲痛;但他还是任由战友躺在那里,尽管心中十分悲伤,而去寻找一位勇敢的御者;战马没有长久失去驾驭者,因为他很快就找到了伊菲托斯之子、勇敢的阿尔刻普托勒摩斯,让他登上了快捷的战马,并将手缰交到了他的手里。
§8.130ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, §8.131καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες, §8.132εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε· §8.133βροντήσας δʼ ἄρα δεινὸν ἀφῆκʼ ἀργῆτα κεραυνόν, §8.134κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος ἧκε χαμᾶζε· §8.135δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο, §8.136τὼ δʼ ἵππω δείσαντε καταπτήτην ὑπʼ ὄχεσφι· §8.137Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα, §8.138δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·
若非人类与神明之父迅速察觉,那里就会发生毁灭和不可挽回的事情,他们也就会像羔羊一样被困在伊利翁城内;他震怒地打雷,降下白亮耀眼的霹雳,投在迪奥墨得斯的马匹前方的地面上;燃着的硫磺升起了可怕的火焰,两匹马惊恐万状,缩在战车之下;闪亮的手缰从涅斯托耳的手中滑落,他心中充满恐惧,对迪奥墨得斯说: “狄丢斯之子,快把你的独蹄骏马调转方向逃跑吧!
§8.139Τυδεΐδη ἄγε δʼ αὖτε φόβον δʼ ἔχε μώνυχας ἵππους.

词汇与语法注释

  1. 8.72αἴσιμον ἦμαρ — 意为“命运之日”或“毁灭之日”。在此处,天秤的下沉意味着阿开亚人的死期已定。
  2. 8.90καί νύ κε... εἰ μὴ — 表示与过去事实相反的虚拟条件句(“若非……,此时本已……”)。这是史诗中常见的一种用于制造戏剧性转折的句式。
  3. 8.106ἐπιστάμενοι πεδίοιο — 动词 ἐπίσταμαι(精通、擅长)在此处接表示范围的部分属格 πεδίοιο(平原),意为“擅长在平原上驰骋”。
  4. 8.130ἔνθά κε... εἰ μὴ — 结构与第90-91行相同的虚拟条件句。描写了在最后一刻由于神明(宙斯)的干预,阿开亚军免于彻底毁灭的决定性瞬间。

引用这一段

荷马, 伊利亚特 §8.70-8.139. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:8.70-8.139

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。