Humanitext Reader

荷马 · 伊利亚特 §7.276-7.345

决斗结束与涅斯托尔构筑防壁的提议

第 62 段,共 226 段 · 希腊语

内容简介

传令官阻止了决斗,埃阿斯和赫克托尔互赠礼物友好分手。在阿开亚人营地,涅斯托尔提议休战以火葬死者,并建造防御墙和战壕以保护战船。

§7.276Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω· §7.277μέσσῳ δʼ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον §7.278κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς· §7.279μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον· §7.280ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς, §7.281ἄμφω δʼ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.
塔尔提比奥斯和伊代奥斯,两位贤明智慧的传令官来到了;他们把权杖伸在两人之间,说出这番话的是深知贤明谋略的传令官伊代奥斯: “亲爱的孩子们,不要再进行战争,也不要再厮杀了;因为集云者宙斯爱你们两个,而且你们两个都是优秀的战士;这一点我们大家都知道。
§7.282νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.
然而夜色已经降临,听从夜的劝告也是好事。
§7.283τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας· §7.284Ἰδαῖʼ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι· §7.285αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους.
” 特拉蒙之子埃阿斯回答他说: “伊代奥斯,去命令赫克托尔说这些话吧;因为是他自己向我们所有的精锐发起决斗挑战的。
§7.286ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος.
让他先开始吧;我一定会完全听从他的决定。
§7.287τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· §7.288Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε §7.289καὶ πινυτήν, περὶ δʼ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι, §7.290νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος §7.291σήμερον· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων §7.292ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.
” 对此,头盔闪亮的大个子赫克托尔再次回答道: “埃阿斯,既然神赐予了你高大的体魄、力量和智慧,而且在阿开亚人中你也是最擅长用枪的勇士,那么我们今天就停止战斗和厮杀吧;以后我们还会再战,直到神灵将我们分开,并将胜利赐予我们中的一方。
§7.293νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι, §7.294ὡς σύ τʼ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς, §7.295σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν· §7.296αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος §7.297Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους, §7.298αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.
然而夜色已经降临,听从夜的劝告也是好事,这样你也可以让战船旁的全体阿开亚人欢欣鼓舞,特别是你自己的亲人和你所拥有的同伴;而我,则要到普里阿摩斯国王的伟大城市中去,让特洛伊的男子和那些身着曳地长袍的特洛伊妇女感到欣慰,她们将为我祈祷并走进神圣的集会所。
§7.299δῶρα δʼ ἄγʼ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω, §7.300ὄφρά τις ὧδʼ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε· §7.301ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο, §7.302ἠδʼ αὖτʼ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.
来吧,让我们双方互赠名贵的礼物,以便阿开亚人和特洛伊人中有人会这样说: ‘他们虽然为了噬魂的恩怨而进行搏斗,但他们又在友谊中重归于好,并在结盟后分手。 ’完成这一举动。
§7.303ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον §7.304σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι· §7.305Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν.
” 他说完,递过去一把带有银钉的剑,连同剑鞘和裁剪精良的剑带一并呈上;而埃阿斯也送给他一条闪着紫红色光芒的腰带。
§7.306τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν §7.307ἤϊʼ, ὃ δʼ ἐς Τρώων ὅμαδον κίε·
两人随后分手,一个走向阿开亚人的军队,另一个则走向特洛伊人的群落。
τοὶ δὲ χάρησαν, §7.308ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα, §7.309Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους· §7.310καί ῥʼ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι.
特洛伊人们无不欢欣鼓舞,因为看到他活着且安然无恙地走来,脱离了埃阿斯的怒火和那双不可抗拒的双手的掌控;他们把他领向城市,而之前他们几乎对他的生还绝望了。
§7.311Αἴαντʼ αὖθʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ §7.312εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ.
另一方面,胫甲精美的阿开亚人把埃阿斯领到了高贵的阿伽门农那里,为他的胜利而高兴。
§7.313οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο, §7.314τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων §7.315ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι.
当他们来到阿特柔斯之子的天幕中时,众人的君王阿伽门农为他们向无比强大的克罗诺斯之子宰杀了一头五岁的雄牛作为祭品。
§7.316τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα, §7.317μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν, §7.318ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
他们剥下牛皮,进行整理,将它全部切开,熟练地切成小块并穿在烤肉扦上,周密地烤熟,然后将它们全部拔了下来。
§7.319αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα, §7.320δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης· §7.321νώτοισιν δʼ Αἴαντα διηνεκέεσσι γέραιρεν §7.322ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων.
当他们结束了劳作并准备好宴席时,大家尽情宴饮,每个人的心都不觉得缺少公平的份额;英雄、阿特柔斯之子、统治广阔土地的阿伽门农,用整条脊肉的优待来款待埃阿斯。
§7.323αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, §7.324τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν §7.325Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή· §7.326ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· §7.327Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν, §7.328πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί, §7.329τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον §7.330ἐσκέδασʼ ὀξὺς Ἄρης, ψυχαὶ δʼ Ἄϊδος δὲ κατῆλθον· §7.331τώ σε χρὴ πόλεμον μὲν ἅμʼ ἠοῖ παῦσαι Ἀχαιῶν, §7.332αὐτοὶ δʼ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς §7.333βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς
当他们满足了对饮酒和食物的渴望后,老者涅斯托尔开始率先为他们编织谋略,他的建议在以前也总是被认为是最优秀的;他怀着善意向他们演讲并说道: “阿特柔斯之子以及其他全阿开亚人的领袖们,因为有许多蓄长发的阿开亚人已经牺牲,他们的黑血如今在水流平缓的斯卡曼德洛斯河畔被凶猛的阿瑞斯泼洒,他们的灵魂已经下到哈得斯的阴间;因此,你必须在黎明时让阿开亚人暂停战斗,我们自己集结起来,用车马把死者运到这里,用牛和骡子;并且我们要把他们烧掉,在距离战船稍远的地方。
§7.334τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κʼ ὀστέα παισὶν ἕκαστος §7.335οἴκαδʼ ἄγῃ ὅτʼ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν.
这样,当我们要回到祖国的大地时,每个人都可以把死者的遗骨带回家交还给孩子们。
§7.336τύμβον δʼ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες §7.337ἄκριτον ἐκ πεδίου· ποτὶ δʼ αὐτὸν δείμομεν ὦκα §7.338πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν.
我们要在火葬堆周围堆起一个坟丘,从平原上不加选择地运土;并且在它旁边迅速建造高大的城堡,作为战船和我们自身的屏障。
§7.339ἐν δʼ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας, §7.340ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη· §7.341ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον, §7.342ἥ χʼ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα, §7.343μή ποτʼ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων.
我们要在城墙中制造精美的、严丝合缝的门,以便通过它们可以有驱驰战车的道路;而在外侧,我们要在不远处挖掘一条深沟,这条深沟在四周可以阻挡战马和军队,以免傲慢的特洛伊人的攻势有朝一日压迫过来。
§7.344ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες.
” 他这样说,所有的君王都赞同了他的提议。
§7.345Τρώων αὖτʼ ἀγορὴ γένετʼ Ἰλίου ἐν πόλει ἄκρῃ
与此同时,在伊利翁的高城里也举行了特洛伊人的集会,

词汇与语法注释

  1. 7.286ἀρχέτω — 第三人称单数现在时命令法,“让他开始(主导)”。这表现出埃阿斯骄傲的态度,即既然是赫克托尔首先发起的决斗,就应当由他先提出停战或决定结束的方式。
  2. 7.298θεῖον δύσονται ἀγῶνα — 意为“她们将进入神圣的集会(或圣所)”。在此处,ἀγών 并非指竞技会,而是指为了向神明祈祷而举行的“集会”或“圣地”。不及物动词 δύνω 的将来中间介词 δύσονται 直接带宾格表示目的地。
  3. 7.334ὥς κʼ ὀστέα παισὶν ἕκαστος / οἴκαδʼ ἄγῃ — 连词 ὡς(带有 κʼ / κεν)引导目的从句,后接虚拟语气 ἄγῃ(“以便每个人带回……”)。与格 παισίν 既可作利益与格(“为了他们的孩子们”),也可表示遗骨的接收者(“给孩子们”)。
  4. 7.342ἥ χʼ ἵππον καὶ λαὸν ἐρυκάκοι — 由关系代词 ἥ(先行词为 τάφρον“战壕”)引导的关系从句,带有 κεν(此处为 χʼ)和祈愿语气 ἐρυκάκοι(重叠不定过去时祈愿语气)。相对于主句的将来时动词 ὀρύξομεν,它用来表示未来的目的或可能性(“以便它能阻挡……”)。

引用这一段

荷马, 伊利亚特 §7.276-7.345. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:7.276-7.345

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。