§7.206ὣς ἄρʼ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.
他们这样祈祷,埃阿斯便披上了闪亮的青铜铠甲。
§7.207αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα, §7.208σεύατʼ ἔπειθʼ οἷός τε πελώριος ἔρχεται Ἄρης, §7.209ὅς τʼ εἶσιν πόλεμον δὲ μετʼ ἀνέρας οὕς τε Κρονίων §7.210θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.
当他把所有的铠甲都穿戴在身体上时,他便向前疾驰,宛如巨大的阿瑞斯前行,走向战场,去往那些克罗诺斯之子用噬魂争斗的力量驱使他们去交战的男子汉之间(阿瑞斯)。
§7.211τοῖος ἄρʼ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν §7.212μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν §7.213ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.
阿开亚人的防壁——巨大的埃阿斯就是这样站立起来,在威严的面庞上带着微笑;他的双脚在下方迈着大步前进,手中挥舞着投下长影的长枪。
§7.214τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες, §7.215Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον, §7.216Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν· §7.217ἀλλʼ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδʼ ἀναδῦναι §7.218ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.
阿耳戈斯人见状无不欢欣鼓舞,而特洛伊人则个个手脚战栗,感到可怕的恐惧,连赫克托尔自己也胸口心跳加剧;然而他无论如何也不能退缩,也无法退回到部众的阵群之中,因为是他自己发起决斗挑战的。
§7.219Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον §7.220χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων §7.221σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων, §7.222ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον §7.223ταύρων ζατρεφέων, ἐπὶ δʼ ὄγδοον ἤλασε χαλκόν.
埃阿斯走近了,手里拿着像塔一样的盾牌,那是由青铜和七层牛皮制成的,是特基奥斯费尽心血缝制的,他是居住在许勒的最杰出的皮革匠,他为埃阿斯制作了闪亮的七层牛皮盾牌,并在上面覆上了第八层青铜。
§7.224τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας §7.225στῆ ῥα μάλʼ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα· §7.226Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος §7.227οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι §7.228καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
特拉蒙之子埃阿斯把这面盾牌护在胸前,径直走到赫克托尔跟前,威胁着对他说道: “赫克托尔,现在你将在一对一中清楚地知道,即使在撕裂敌阵、胆大如狮的阿基琉斯之外,达那奥斯人之中还有怎样的精锐强者。
§7.229ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι §7.230κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν· §7.231ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν §7.232καὶ πολέες·
虽然他因对众人的牧者阿伽门农怀着极大的愤怒,正躺在那些弯曲的、横渡海洋的战船旁;但我们是能够与你对抗的人,而且我们人数众多。
ἀλλʼ ἄρχε μάχης ἠδὲ πτολέμοιο.
来吧,开始战斗与厮杀吧。
§7.233τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· §7.234Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν §7.235μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε §7.236ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα.
” 对此,头盔闪亮的大个子赫克托尔再次回答道: “神圣的特拉蒙之子、众人的领袖埃阿斯,不要试图用言语来试探我,仿佛我是个软弱的孩童,或者是对战争一无所知的妇人。
§7.237αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τʼ ἀνδροκτασίας τε· §7.238οἶδʼ ἐπὶ δεξιά, οἶδʼ ἐπʼ ἀριστερὰ νωμῆσαι βῶν §7.239ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν· §7.240οἶδα δʼ ἐπαΐξαι μόθον ἵππων ὠκειάων· §7.241οἶδα δʼ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ.
至于我,我深谙战斗与杀戮之术;我知道如何向右,也知道如何向左挥舞我那干枯的牛皮盾,这对我来说就是坚韧之盾的战斗;我知道如何跃入飞驰战车的混战之中;我也知道如何在站立的白兵战中跳起凶残阿瑞斯的舞蹈。
§7.242ἀλλʼ οὐ γάρ σʼ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα §7.243λάθρῃ ὀπιπεύσας, ἀλλʼ ἀμφαδόν, αἴ κε τύχωμι.
但我不想趁你不备,通过暗中窥视来击打你这样一位勇士,而要在光天化日之下,如果我能击中的话。
§7.244ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, §7.245καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον §7.246ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπʼ αὐτῷ.
” 他说完,晃动并投出了投下长影的长枪,击中了埃阿斯可怕的七层牛皮盾,打在最外层的青铜上,即盾牌上的第八层。
坚韧的青铜长枪撕裂并穿过了六层皮革,但在第七层牛皮上被挡住了。
δεύτερος αὖτε §7.249Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος, §7.250καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.
紧接着,神圣的埃阿斯也投出了投下长影的长枪,击中了普里阿摩斯之子那面四面均衡的圆盾。
§7.251διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, §7.252καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο· §7.253ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα §7.254ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.
沉重的长枪穿透了闪亮的盾牌,也穿过雕刻精美的胸甲,并深深地扎了进去;长枪擦着腰肋,将内衣笔直地撕裂,但他侧身闪躲,逃脱了黑色的死神。
§7.255τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα χερσὶν ἅμʼ ἄμφω §7.256σύν ῥʼ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν §7.257ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.
两人同时用双手拔出长枪,如同生吞活剥的狮子,或者是力量不可低估的野猪一般,互相厮杀在一起。
§7.258Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί, §7.259οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.
普里阿摩斯之子随后用长枪刺中了盾牌的正中,但青铜未能被穿透,他的枪尖反而变弯了。
§7.260Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸ §7.261ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα, §7.262τμήδην δʼ αὐχένʼ ἐπῆλθε, μέλαν δʼ ἀνεκήκιεν αἷμα,
埃阿斯向前跃起,刺穿了对方的盾牌;长枪穿透过去,震慑了正猛冲过来的赫克托尔,划伤了他的脖子,黑色的鲜血随之喷涌出来。
§7.263ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ, §7.264ἀλλʼ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ §7.265κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε· §7.266τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον §7.267μέσσον ἐπομφάλιον· περιήχησεν δʼ ἄρα χαλκός.
尽管如此,头盔闪亮的赫克托尔仍未停止战斗,而是向后退去,用粗壮的手抓起了一块躺在平原上的、又黑又粗又大的石头;他用这块石头击中了埃阿斯可怕的七层牛皮盾,正中盾牌的中心隆起处;青铜盾牌发出沉闷的巨响。
§7.268δεύτερος αὖτʼ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας §7.269ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον, §7.270εἴσω δʼ ἀσπίδʼ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ, §7.271βλάψε δέ οἱ φίλα γούναθʼ· ὃ δʼ ὕπτιος ἐξετανύσθη §7.272ἀσπίδι ἐγχριμφθείς· τὸν δʼ αἶψʼ ὤρθωσεν Ἀπόλλων.
紧接着,埃阿斯举起了一块大得多的石头,旋转着投掷出去,使出了无穷的力量,用这块磨盘般的石头击碎了盾牌并使其凹陷,伤到了他的双膝;赫克托尔仰面朝天躺倒在地上,被盾牌压住;但阿波罗立刻将他扶了起来。