Humanitext Reader

荷马 · 伊利亚特 §7.140-7.205

涅斯托尔的勇武往事与抽签选中埃阿斯

第 60 段,共 226 段 · 希腊语

内容简介

涅斯托尔讲述了自己年轻时围绕阿瑞伊托奥斯及其铠甲的英勇战绩,以此激励阿开亚将领。结果有九位勇士挺身而出,通过抽签,埃阿斯被选中迎战赫克托尔,众人纷纷向宙斯祈祷。

§7.140οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ, §7.141ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.
因为他不习惯用弓箭或长枪战斗,而是用铁棒击碎敌人的方阵。
§7.142τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε, §7.143στεινωπῷ ἐν ὁδῷ ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον §7.144χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς §7.145δουρὶ μέσον περόνησεν, ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη· §7.146τεύχεα δʼ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.
吕库尔戈斯用计谋杀死了他,绝非凭借武力,是在一条狭窄的道路上,在那里他的铁棒未能帮他免除毁灭;因为吕库尔戈斯抢先一步,用长枪刺穿了他的躯干中部,他便仰面朝天倒在地上;他剥去了他的铠甲,那铠甲是青铜阿瑞斯所赐予的。
§7.147καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος· §7.148αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα, §7.149δῶκε δʼ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·
此后吕库尔戈斯自己便在阿瑞斯的战斗中穿着它;但是当吕库尔戈斯在府邸中衰老时,他便将其交给心爱的随从埃勒乌塔利翁穿着。
§7.150τοῦ ὅ γε τεύχεʼ ἔχων προκαλίζετο πάντας ἀρίστους.
后者穿着他的铠甲,向所有的精英发起挑战。
§7.151οἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη· §7.152ἀλλʼ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν §7.153θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων·
众人大为战栗和恐惧,没有一个人敢迎战;但我的坚忍的心驱使我去战斗,凭借它自身的大胆;而在年龄上我当时是所有人中最年轻的。
§7.154καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.
我与他交战,阿典娜赐予我胜利的荣耀。
§7.155τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα· §7.156πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.
我杀死了那高大强壮的汉子;因为他庞大的身躯横七竖八地躺倒在那里。
§7.157εἴθʼ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη·
但愿我现在也是如此年轻,我的力量在我体内依然充沛!
§7.158τώ κε τάχʼ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.
那么头盔闪亮的赫克托尔很快就会在战斗中遇到对手。
§7.159ὑμέων δʼ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν §7.160οὐδʼ οἳ προφρονέως μέμαθʼ Ἕκτορος ἀντίον ἐλθεῖν.
然而在你们这些全阿开亚人的精英中,竟然没有一个人自告奋勇去迎战赫克托尔。
§7.161ὣς νείκεσσʼ ὃ γέρων, οἳ δʼ ἐννέα πάντες ἀνέσταν.
” 老人如此责备,九人便全都站了起来。
§7.162ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, §7.163τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, §7.164τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν, §7.165τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος §7.166Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ, §7.167τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός, §7.168ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς·
最先站起来的是众人的王者阿伽门农,紧随其后的是狄奥墨德斯,强勇的狄丢斯之子,紧随其后的是两个埃阿斯,身披狂暴的勇武,紧随其后的是伊多墨纽斯,以及伊多墨纽斯的随从美里奥内斯,他堪比杀戮之神埃纽阿利奥斯,紧随其后的是欧律皮罗斯,欧艾蒙的辉煌之子,站起来的还有托阿斯,安德赖蒙之子,以及高贵的奥德修斯。
§7.169πάντες ἄρʼ οἵ γʼ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.
他们所有人,当时都愿意与高贵的赫克托尔交战。
§7.170τοῖς δʼ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ· §7.171κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν· §7.172οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς, §7.173καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι §7.174δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
格勒尼亚的骑手涅斯托尔再次对他们说: “现在大家抓阄,看谁会被选中;因为他必将使胫甲精美的阿开亚人获益,他自己也必将使自我的心意获益,如果他能逃过这场敌对战争和可怕的厮杀。
§7.175ὣς ἔφαθʼ, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος, §7.176ἐν δʼ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο.
” 他这样说,众人便各自在自己的阄上做了标记,投进了阿特柔斯之子阿伽门农的头盔中。
§7.177λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον· §7.178ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· §7.179Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν, §7.180ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.
人们祈祷,向神明举起双手;有人望着宽阔的天空,这样说道: “父亲宙斯,求你让埃阿斯抓中,或者让狄丢斯之子,或者让富甲天下的迈锡尼国王自己。
§7.181ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ, §7.182ἐκ δʼ ἔθορε κλῆρος κυνέης ὃν ἄρʼ ἤθελον αὐτοὶ §7.183Αἴαντος· κῆρυξ δὲ φέρων ἀνʼ ὅμιλον ἁπάντῃ §7.184δεῖξʼ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.
” 他们这样说着,格勒尼亚的骑手涅斯托尔摇晃头盔,从头盔里跳出来的正是他们自己所期望的那个阄,也就是埃阿斯的;传令官拿着它在人群中到处走动,从右至左展示给阿开亚人的所有精英。
§7.185οἳ δʼ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.
但他们因为不认得那标记,各自否认了它。
§7.186ἀλλʼ ὅτε δὴ τὸν ἵκανε φέρων ἀνʼ ὅμιλον ἁπάντῃ §7.187ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας,
但当传令官在人群中到处走动,终于来到那个人面前时,即在上面做了标记并投进头盔的辉煌的埃阿斯。
§7.188ἤτοι ὑπέσχεθε χεῖρʼ, ὃ δʼ ἄρʼ ἔμβαλεν ἄγχι παραστάς,
埃阿斯伸出手来,传令官走近并将阄放在他手中。
§7.189γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.
埃阿斯一看到阄上的标记就认出了它,心中大为欢喜。
§7.190τὸν μὲν πὰρ πόδʼ ἑὸν χαμάδις βάλε φώνησέν τε· §7.191ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς §7.192θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.
他把阄扔在自己脚边的地上,大声说: “朋友们,这阄确实是我的,我自己在心中也感到高兴,因为我认为我会战胜高贵的赫克托尔。
§7.193ἀλλʼ ἄγετʼ ὄφρʼ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω, §7.194τόφρʼ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι §7.195σιγῇ ἐφʼ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται, §7.196ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης· §7.197οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται §7.198οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδʼ ἐμὲ νήϊδά γʼ οὕτως §7.199ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.
来吧,趁我披上战甲的时候,你们快向克罗诺斯之子宙斯国王祈祷,在你们心中默默地祈求,免得特洛伊人听到,或者也可以公开祈祷,因为我们毫无所惧;没有人能凭武力违背我的意愿把我赶走,也没有人能凭技巧做到,因为我不认为我在萨拉米斯出生和长大,会如此毫无本领。
§7.200ὣς ἔφαθʼ, οἳ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι· §7.201ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· §7.202Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε §7.203δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι· §7.204εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ, §7.205ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον.
” 他这样说,众人便向克罗诺斯之子宙斯国王祈祷;有人望着宽阔的天空,这样说道: “父亲宙斯,从伊达山统治的主宰,最光荣、最伟大的神,求你赐予埃阿斯胜利,让他赢得辉煌的荣耀;如果你也眷爱赫克托尔,关怀他,那就赐予他们双方同等的武力和光荣。 ”

词汇与语法注释

  1. §7.143οὐ κορύνη οἱ ὄλεθρον χραῖσμε σιδηρείη — “铁棒未能帮他免除毁灭”。这里间接宾格与格 οἱ(他)和直接宾格单数 ὄλεθρον(毁灭)均受动词 χραισμέω(防御、帮助)支配。
  2. §7.153θάρσεϊ ᾧ — 物主代词 ὅς(他自己的)通常用于第三人称,但在荷马史诗中,有时可转用于第一人称(此处指“我自己的”)。在此语境中,它指代涅斯托尔自身的大胆或勇气。
  3. §7.179Αἴαντα λαχεῖν — 祈愿不定式(主语为宾格 Αἴαντα),表达了民众的热切愿望:“愿埃阿斯抓中”。

引用这一段

荷马, 伊利亚特 §7.140-7.205. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:7.140-7.205

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。