Humanitext Reader

荷马 · 伊利亚特 §7.72-7.139

墨涅拉奥斯请缨与涅斯托尔的斥责

第 59 段,共 226 段 · 希腊语

内容简介

赫克托尔提出单挑,阿开亚军队陷入沉默,墨涅拉奥斯挺身而出却被阿伽门农劝阻。随后,老将涅斯托尔哀叹阿开亚人的懦弱,并回忆起自己年轻时的辉煌战绩。

§7.72ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν.
或者直到你们自己在海行船只旁被击杀。
§7.73ὑμῖν δʼ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν·
因为在你们之中,有全阿开亚人的精英。
§7.74τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει §7.75δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ.
他们之中,现在谁的心志命令他与我决斗,就让他从你们所有人中来到这里,成为对抗高贵赫克托尔的代表。
§7.76ὧδε δὲ μυθέομαι, Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω· §7.77εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ, §7.78τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας, §7.79σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με §7.80Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
我这样声明,让宙斯做我们的见证人:如果他用长刃青铜枪将我杀死,就让他就剥去我的铠甲,带回空心的船上,但把我的尸体送回我的家乡,好让火使我这死者能得到特洛伊人和特洛伊妇女们的火葬荣光。
§7.81εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων, §7.82τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν, §7.83καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο, §7.84τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω, §7.85ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί, §7.86σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.
但如果我杀死了他,且阿波罗赐予我荣耀,我将剥去他的铠甲,带到神圣的伊利奥斯,并挂在远射之神阿波罗的庙宇中,但他的尸体我将送还给排桨整齐的船只,好让长发披肩的阿开亚人安葬他,并在宽阔的赫勒斯滂之畔为他筑起坟冢。
§7.87καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων §7.88νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον· §7.89ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος, §7.90ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.
后世子孙中,迟早会有人在乘着多桨船航行在葡萄酒色的大海上时,这样说道: ‘这是很久以前死去的一个男人的坟冢,他曾在勇猛战斗时,被光彩夺目的赫克托尔所杀。
§7.91ὥς ποτέ τις ἐρέει· τὸ δʼ ἐμὸν κλέος οὔ ποτʼ ὀλεῖται.
’ 将来某人会这样说;而我的名望将永不消逝。
§7.92ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· §7.93αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι·
” 他这样说,众人皆默然不语;他们既耻于拒绝,又惧于接受。
§7.94ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε §7.95νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ· §7.96ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοί·
但最后墨涅拉奥斯站起身来,对他们说话,用斥责的话语责备他们,在心中长声叹息: “唉,你们这些只会口头威胁的阿开亚女人,不再是阿开亚男人了!
§7.97ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς §7.98εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.
这确实将是一场极其可怕的耻辱,如果现在达那奥斯人中没有一个人前去迎战赫克托尔。
§7.99ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε §7.100ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως·
宁可让你们所有人化为泥水,毫无生机、毫无名誉地坐在那里。
§7.101τῷδε δʼ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε §7.102νίκης πείρατʼ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.
我将亲自披甲迎战;而在上空掌握着胜利结局的是长生不老的众神。
§7.103ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.
” 他这样说,便穿上了精美的铠甲。
§7.104ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ §7.105Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν, §7.106εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν, §7.107αὐτός τʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων §7.108δεξιτερῆς ἕλε χειρὸς ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· §7.109ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ §7.110ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ, §7.111μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι §7.112Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι.
墨涅拉奥斯啊,那时你生命的终点就会显现在赫克托尔的手中,因为他要强大得多,如果不是阿开亚人的国王们跃起并拉住你,阿特柔斯之子、统治辽阔的阿伽门农亲自拉住你的右手,对你说话并呼唤你的名字: “你糊涂了,宙斯养育的墨涅拉奥斯,你根本不需要这种愚行;尽管痛苦,也请克制并退下,不要因为争强好胜而企图与比你更强的人交战,去迎战普里阿摩斯之子赫克托尔,连其他人也惧怕他。
§7.113καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ §7.114ἔρριγʼ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων.
甚至连阿喀琉斯在带来荣耀的战斗中也害怕遇到他,他可比你强大得多。
§7.115ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων, §7.116τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.
但你现在去到同伴们的群落中坐下,阿开亚人会推选另一个代表来对付他。
§7.117εἴ περ ἀδειής τʼ ἐστὶ καὶ εἰ μόθου ἔστʼ ἀκόρητος, §7.118φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι §7.119δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
即使他无所畏惧且对战斗贪得无厌,我敢说,如果他能逃过这场敌对战争和可怕的厮杀,他也会乐意屈膝休息。
§7.120ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως §7.121αἴσιμα παρειπών, ὃ δʼ ἐπείθετο·
” 英雄这样说着,劝阻了兄弟的心意,提出了合理的劝告,兄弟便听从了。
τοῦ μὲν ἔπειτα §7.122γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο·
随后,喜形于色的随从们从他的肩膀上卸下了铠甲。
§7.123Νέστωρ δʼ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·
涅斯托尔在阿尔戈斯人中站起身来,对他们说: “啊,天哪!
§7.124ὢ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.
极大的悲哀确实降临到了阿开亚大地上。
§7.125ἦ κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς §7.126ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδʼ ἀγορητής, §7.127ὅς ποτέ μʼ εἰρόμενος μέγʼ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ §7.128πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.
驾车的战马老英雄佩琉斯一定会大声哀叹,这位杰出的默米东人谋士和议事会演说家,他曾在自己的府邸中向我询问,大为欢喜,询问所有阿尔戈斯人的世系和出身。
§7.129τοὺς νῦν εἰ πτώσσοντας ὑφʼ Ἕκτορι πάντας ἀκούσαι, §7.130πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι §7.131θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω.
如果他现在听说他们都在赫克托尔面前退缩,他一定会多次向不朽的众神举起心爱的双手,祈求他的灵魂离开四肢,进入哈德斯的阴间府邸。
§7.132αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον §7.133ἡβῷμʼ ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο §7.134ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι §7.135Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
真希望,父亲宙斯、雅典娜和阿波罗,我能恢复年轻,就像当年在奔流的凯拉冬河畔战斗时那样,聚集起来的皮罗斯人和善用长枪的阿卡迪亚人交战,在斐阿的城墙旁,围绕着伊阿尔达诺斯河的水流。
§7.136τοῖσι δʼ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς §7.137τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος §7.138δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην
在他们面前,神一样的男子埃勒乌塔利翁站出来担任代表,他肩上穿着阿瑞伊托奥斯王的铠甲,那高贵的阿瑞伊托奥斯,男人们和系着精美腰带的妇女们都习惯称他为‘持铁棒者’。
§7.139ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες
”', 101, '': 1.101

词汇与语法注释

  1. §7.72δαμείετε — 第二人称复数、不定过去时、被动语态、虚拟语气(史诗形式)。受7.71中的连词 εἰς ὅ κεν(直到……)支配,表示赫克托尔预言的战争两种结局之一(阿开亚人攻占特洛伊,或者在船旁被击杀)。
  2. §7.79δόμεναι — 不定式(等同于不定过去时 active 不定式 δοῦναι 的史诗形式),在此用作命令式(命令不定式)。虽然没有明确的宾格主语,但上下文表明这是对决斗对手(阿开亚人)提出的要求。
  3. §7.104ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ — 虚拟语气中与过去事实相反的条件句主部(归结句)。语气助词 κέ(相当于 ἄν)与直说法语气过去时 φάνη 连用,意为“(如果不是……)那时你生命的终点就会显现”。其条件从句(假设句)位于7.106(εἰ μὴ ... ἕλον)。
  4. §7.109οὐδέ τί σε χρὴ ταύτης ἀφροσύνης — 无人称动词 χρή 通常接宾格和不定式,但在此处它的用法类似于 χρεώ ἐστί τινος(某人需要某物),接宾格 σε(你)和属格 ἀφροσύνης(这种愚行),意为“你根本不需要这种愚蠢的行为”。
  5. §7.118γόνυ κάμψειν — “折膝(弯曲膝盖)”这一表达是一个比喻性的成语,意为在激烈的战斗或劳作之后“(为了休息而)屈膝坐下、休息”。
  6. §7.129τοὺς νῦν εἰ πτώσσοντας ὑφʼ Ἕκτορι πάντας ἀκούσαι — 这是一个表示未来或现在可能性(将来较不明确条件句)的假设从句(εἰ 搭配希求语气 ἀκούσαι),其归结句位于7.130(πολλά κεν ... ἀείραι,使用 κεν 搭配希求语气)。意为“如果他听说……他将会升起……”。

引用这一段

荷马, 伊利亚特 §7.72-7.139. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:7.72-7.139

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。