Humanitext Reader

荷马 · 伊利亚特 §7.1-7.71

雅典娜与阿波罗的约定及赫克托尔提议单挑

第 58 段,共 226 段 · 希腊语

内容简介

赫克托尔和帕里斯重返战场并取得战果,雅典娜与阿波罗达成一致,决定暂停今日的战斗。赫勒诺斯察觉到神意,建议赫克托尔向阿开亚人发起单挑挑战,两军随即坐下聆听。

§7.1ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ, §7.2τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ §7.3ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.
这样说着,光彩夺目的赫克托尔奔出城门,他的兄弟亚历山大与他一同走去;在他们心中,两人都渴望着开战与厮杀。
§7.4ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν §7.5οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι §7.6πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται, §7.7ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.
正如神向渴望着的船员们赐予顺风,当他们用磨光的光滑杉木桨划着大海、因疲惫而四肢酥软时,那两人也正是这样出现在渴望着的特洛伊人面前。
§7.8ἔνθʼ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος
在那里他们杀死了敌人。
§7.9Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης §7.10γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις· §7.11Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι §7.12αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.
一个杀死了阿瑞伊托奥斯王之子居住在阿耳涅的梅内斯提奥斯,他是由手持铁棒的阿瑞伊托奥斯和牛眼睛的菲洛墨杜萨所生;赫克托尔则用尖锐的矛刺中了埃伊奥纽斯,刺中了他那精美青铜头盔边缘下的脖颈,他的四肢便酥软了。
§7.13Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν §7.14Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην §7.15Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων §7.16ὦμον· ὃ δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.
吕基亚人的领袖、希波洛科斯之子格劳科斯,在激烈的交战中用矛刺中了伊菲诺奥斯,德克西阿斯之子,正当他跃上迅捷的母马战车时,刺中了他的肩膀;他从战车上摔落到地上,四肢便酥软了。
§7.17τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη §7.18Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ, §7.19βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα §7.20Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ Ἀπόλλων §7.21Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·
然而,当闪光眼女神雅典娜看到他们在激烈的交战中消灭着阿耳戈斯人,她便从奥林波斯的山巅飞身跃下,奔向神圣的伊利奥斯;阿波罗起身迎上前去,他从佩尔加莫斯俯瞰,因为他希望特洛伊人获胜。
§7.22ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.
两位神明在橡树旁相遇。
§7.23τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· §7.24τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο §7.25ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;
宙斯之子、阿波罗王首先开口对她说: “伟大的宙斯之女啊,为什么你又怀着热忱从奥林波斯赶来,是什么伟大的心志促使了你?
§7.26ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην §7.27δῷς;
是为了给达那奥斯人带来决定战局的胜利吗?
ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.
因为你对毁灭中的特洛伊人毫无怜悯。
§7.28ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη· §7.29νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα §7.30σήμερον· ὕστερον αὖτε μαχήσοντʼ εἰς ὅ κε τέκμωρ §7.31Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ §7.32ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.
但如果你肯听从我的建议,那会好得多:今天就让我们暂且平息战争和厮杀;日后他们将再次战斗,直到他们找到伊利奥斯的终局,既然在你们这些长生不老的女神心中,彻底毁灭这座城池是如此令人欣喜。
§7.33τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· §7.34ὧδʼ ἔστω ἑκάεργε·
” 闪光眼女神雅典娜回答他说: “远射之神啊,就依你所言。
τὰ γὰρ φρονέουσα καὶ αὐτὴ §7.35ἦλθον ἀπʼ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς.
我自己也怀着这样的想法,从奥林波斯来到特洛伊人和阿开亚人之间。
§7.36ἀλλʼ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;
但是,来吧,你打算如何平息男人们的战争?
§7.37τὴν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· §7.38Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο, §7.39ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος §7.40ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι, §7.41οἳ δέ κʼ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ §7.42οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.
” 宙斯之子、阿波罗王回答她说: “让我们唤醒驯马的赫克托尔的强健斗志,看看他是否会在可怕的厮杀中,独自一人向达那奥斯人发出单挑的挑战,而青铜胫甲的阿开亚人必会感到惊异,并激励某一个单独的人去与高贵的赫克托尔交战。
§7.43ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
” 他这样说,闪光眼女神雅典娜没有违抗。
§7.44τῶν δʼ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ §7.45βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι· §7.46στῆ δὲ παρʼ Ἕκτορʼ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν· §7.47Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
普里阿摩斯的爱子赫勒诺斯在心中领会了他们的计划,这计划深得深谋远虑的众神之意;他走上前去,站在赫克托尔身旁,对他说话: “普里阿摩斯之子赫克托尔,智谋堪比宙斯的人啊,你现在肯听从我的话吗?
§7.48ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·
因为我是你的兄弟。
§7.49ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς, §7.50αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος §7.51ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι· §7.52οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν· §7.53ὣς γὰρ ἐγὼ ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων.
让其他特洛伊人和所有阿开亚人坐下,你亲自向阿开亚人中最优秀的强者挑战,在可怕的厮杀中进行单挑;因为你死于非命、走向宿命的时刻还未到来;因为我听到了长生不老众神的声音就是如此。
§7.54ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτε χάρη μέγα μῦθον ἀκούσας, §7.55καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας, §7.56μέσσου δουρὸς ἑλών· οἳ δʼ ἱδρύνθησαν ἅπαντες.
” 他这样说,赫克托尔听了这番话大为高兴,他走到两军中间,阻止特洛伊人的方阵,手里横握着矛的中间;大家都坐了下来。
§7.57κὰδ δʼ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς· §7.58κὰδ δʼ ἄρʼ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων §7.59ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι §7.60φηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο §7.61ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ §7.62ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι.
阿伽门农也让铠甲精美的阿开亚人坐下;雅典娜和银弓阿波罗也化作秃鹰模样的鸟儿,坐在手持埃癸斯神盾的父亲宙斯那高高的橡树上,为战士们感到欢欣;战士们的队列密集地坐着,因盾牌、头盔和长矛而显得森严刺眼。
§7.63οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ §7.64ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς, §7.65τοῖαι ἄρα στίχες εἵατʼ Ἀχαιῶν τε Τρώων τε §7.66ἐν πεδίῳ·
正如西风初起时,海面上泛起一片涟漪,大海因而在其下变黑,阿开亚人和特洛伊人的队列也是这样坐在平原上。
Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε· §7.67κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ §7.68ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
赫克托尔在两军之间说: “特洛伊人和胫甲精美的阿开亚人,听我说话,好让我说出我胸中神志对我的吩咐。
§7.69ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν, §7.70ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν §7.71εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε
高高在座的克罗诺斯之子没有使我们的誓言实现,而是心怀恶意,为两军定下了命运,直到你们攻占堡垒坚固的特洛伊,

词汇与语法注释

  1. 7.5ἐπεί κε κάμωσιν — 虚拟语气伴随助词 `κε`(相当于 `ἄν`),表示时间从句中的一般性重复(“每当他们疲惫时”),构成对疲惫船员的泛指比喻。
  2. 7.28εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη — 由 `εἴ` 引导的祈愿语气 `πίθοιο` 借助条件从句的形式向对方提出礼貌的建议或劝说(“如果你能听从我的话”)。主句中的 `τό κεν... εἴη`(相当于 `ἄν` 加上祈愿语气)表示潜在可能性(“那将会好得多”)。
  3. 7.39ἤν τινά που Δαναῶν προκαλέσσεται — 接在 `ἤν`(相当于 `ἐάν`)后面的动词 `προκαλέσσεται` 在形式上是将来直陈语气(或荷马式短元音虚拟语气),构成一个带有期待或目的的条件从句(“希望他能向某人挑战”)。
  4. 7.62πεφρικυῖαι — 动词 `φρίσσω`(直立、起涟漪)的阴性复数完成分词,修饰主语 `στίχες`(队列)。它形象地描绘了武器“森严密布”的景象,预示了随后与风吹海面起涟漪的对比(第7.63行起)。

引用这一段

荷马, 伊利亚特 §7.1-7.71. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:7.1-7.71

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。