§6.466ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ· §6.467ἂψ δʼ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης §6.468ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς §6.469ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην, §6.470δεινὸν ἀπʼ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.
这样说着,光彩夺目的赫克托尔向他的孩子伸出了双手;可是孩子大声哭喊着,躲回到系着精美腰带的乳母怀中,惊恐于他亲爱的父亲的面容,他害怕那青铜和马鬃制成的羽冠,瞧见它在头盔顶端可怕地摇晃着。
§6.471ἐκ δʼ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ· §6.472αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ, §6.473καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν· §6.474αὐτὰρ ὅ γʼ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν §6.475εἶπε δʼ ἐπευξάμενος Διί τʼ ἄλλοισίν τε θεοῖσι· §6.476Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι §6.477παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν, §6.478ὧδε βίην τʼ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν· §6.479καί ποτέ τις εἴποι πατρός γʼ ὅδε πολλὸν ἀμείνων §6.480ἐκ πολέμου ἀνιόντα· φέροι δʼ ἔναρα βροτόεντα §6.481κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.
于是,他亲爱的父亲和尊贵的母亲都失声笑了出来;随之,光彩夺目的赫克托尔立刻从头上摘下头盔,并把这顶闪闪发光的头盔放在地上;然后,他亲吻了亲爱的儿子,用双手将他高高抱起摇晃,接着向宙斯及其他神明祈祷说: “宙斯啊,还有其他众神,请赐予我的这个孩子,让他也像我一样在特洛伊人中出类拔萃,同样力量强大,并以威力统治伊利奥斯;愿将来某个人在他从战场归来时说:‘这孩子比他的父亲要强得多’;愿他击杀敌手,带回染血的战利品,使他母亲的心中充满欢欣。
§6.482ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε §6.483παῖδʼ ἑόν· ἣ δʼ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ §6.484δακρυόεν γελάσασα· πόσις δʼ ἐλέησε νοήσας, §6.485χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· §6.486δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ· §6.487οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει· §6.488μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, §6.489οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.
” 这样说着,他把自己的孩子交到亲爱的妻子手中;她便把孩子抱进散发着香气的怀抱,破涕为笑;她的丈夫见状,心生怜悯,用手抚摸着她,开口对她说话,唤着他的名字说道: “不幸的人啊,请不要在心中为我过度悲伤;因为绝无任何人能在命运之外,将我送往哈得斯的冥府;而我以为,世人中绝无任何人能逃脱命运,无论是懦夫还是勇士,一旦他降临人世。
§6.490ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε §6.491ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε §6.492ἔργον ἐποίχεσθαι· πόλεμος δʼ ἄνδρεσσι μελήσει §6.493πᾶσι, μάλιστα δʼ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.
还是快回屋去,料理你自己的活计,那织机和纺锤,并吩咐侍女们勤勉地干活;而战争乃是男人们的职责,属于所有出生在伊利奥斯的人,而尤其是属于我。
§6.494ὣς ἄρα φωνήσας κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ §6.495ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει §6.496ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.
” 这样说着,光彩夺目的赫克托尔拿起他那顶带马鬃的头盔;而他亲爱的妻子便动身回家,频频回头,不停地流着大滴的泪水。
§6.497αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας §6.498Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δʼ ἔνδοθι πολλὰς §6.499ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.
随后她很快便回到了杀人无数的赫克托尔宽敞舒适的宅邸,并在里面碰见了许多侍女,她在她们所有人心中激起了悲叹。
§6.500αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ· §6.501οὐ γάρ μιν ἔτʼ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο §6.502ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.
她们在赫克托尔自己的宅邸里,为这尚在人世的英雄哀悼;因为她们以为他绝不能再从战场归来,无法从阿开亚人的怒火与手中逃脱。
§6.503οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν, §6.504ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ, §6.505σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.
帕里斯也并未在他高耸的宅邸中久留,而是当他穿上镶嵌着青铜的华丽铠甲,便信赖着自己的快步,急忙奔向城中。
§6.506ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ §6.507δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων §6.508εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο §6.509κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται §6.510ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς §6.511ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων· §6.512ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης §6.513τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει §6.514καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα §6.515Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε §6.516στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.
正如一匹被拴在马槽旁、吃饱了大麦的马,挣脱了缰绳,蹄声得得地飞奔在平原上,它向来习惯在流水平缓的河中沐浴,意气风发;它高昂着头,鬃毛在肩头飞舞;它信赖着自己的雄姿,它的双膝无比轻捷地带它奔向马群常去的活动场所和牧场;普里阿摩斯之子帕里斯便是如此,他从佩尔加莫斯的高处走下,甲胄闪烁着如烈日般的光芒,欢声大笑,捷足带他飞奔;随后他很快碰见了他高贵的兄长赫克托尔,当时赫克托尔正准备离开那与妻子温存过的地方。
§6.517τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής· §6.518ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω §6.519δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;
神一样的亚历山大首先开口对他说道: “亲爱的兄长,我真的耽搁了急忙起程的你,迟迟未到,没有按照你的吩咐及时赶来吗?
§6.520τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ· §6.521δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη §6.522ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι· §6.523ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις·
” 头盔闪亮的赫克托尔回答他说: “古怪的人啊,凡是公正的人,绝不会蔑视你战斗的成果,因为你本是勇猛的;但你却是故意懈怠,不愿尽力。