Humanitext Reader

荷马 · 伊利亚特 §6.69-6.137

赫克托尔回城与迪奥墨得斯对峙格劳科斯

第 51 段,共 226 段 · 希腊语

内容简介

涅斯托尔劝诫阿开亚人专注于杀敌而非掠夺战利品。为了拯救溃败的特洛伊军队,预言家赫勒诺斯建议赫克托尔回城组织对雅典娜的祭献,赫克托尔随即依言而行。与此同时,迪奥墨得斯与格劳科斯在战场上对峙,迪奥墨得斯询问对方的身份。

§6.69μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται, §6.70ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι §6.71νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.
“不可有人为了能带着最丰厚的战利品回到船上而滞留后方,\n 我们且去杀敌;在此之后,你们自可安然\n 在平原上剥取那些死者的盔甲。
§6.72ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
”\n 他这样说着,激发起每一个人的斗志与决心。
§6.73ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν §6.74Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, §6.75εἰ μὴ ἄρʼ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς §6.76Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχʼ ἄριστος·
\n 此时,若非普里阿摩斯之子赫勒诺斯,那最优秀的占卜师,\n 走到埃涅阿斯与赫克托尔身边,对他们开口,\n 特洛伊人本已再次在深受阿耳斯喜爱的阿开亚人面前,\n 因自己的怯懦而被击败,逃回伊利昂城内。
§6.77Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα §6.78Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκʼ ἄριστοι §6.79πᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε, §6.80στῆτʼ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων §6.81πάντῃ ἐποιχόμενοι πρὶν αὖτʼ ἐν χερσὶ γυναικῶν §6.82φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.
\n “埃涅阿斯,还有赫克托尔,既然特洛伊人与吕基亚人的重任\n 最多地落在了你们两人的肩上,因为无论在战斗还是运筹中,你们在一切行动中都是最优秀的,\n 且在此处站稳,在城门前阻拦住军队,\n 且在此处站稳,往来巡视各处,在城门前阻拦住军队,切莫让他们\n 在惊恐中逃入妻子的怀抱,\n 沦为敌人的笑柄。
§6.83αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας, §6.84ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες, §6.85καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει·
\n 而当你们鼓舞起我们所有的方阵,\n 我们便将在此坚守,并与达奈人交战,\n 哪怕疲惫不堪;因为形势紧迫,逼人太甚。
§6.86Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα §6.87μητέρι σῇ καὶ ἐμῇ·
\n 赫克托尔,你且回城去,向你我\n 的母亲说明。
ἣ δὲ ξυνάγουσα γεραιὰς §6.88νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ §6.89οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο §6.90πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος §6.91εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ, §6.92θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο, §6.93καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ §6.94ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ §6.95ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα, §6.96ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς §6.97ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο, §6.98ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.
让她召集长老妇人,\n 汇聚到高城之巅那明眸雅典娜的神殿中,\n 用钥匙开启那神圣殿宇的大门,\n 将她殿中最为美丽、最为宽大、\n 且她自己最为心爱的织物,\n 奉献在秀发雅典娜的膝头,\n 并向她许诺,将在神殿中祭献十二头\n 尚未穿鼻、未经役使的一岁母牛,只要她能怜悯\n 这座城邦,以及特洛伊人的妻子与幼小的孩童;\n 只要她能让提丢斯之子远离神圣的伊利昂,\n 那狂暴的枪手、恐慌的强力制造者,\n 我断言他已成为阿开亚人中最强悍之辈。
§6.99οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν, §6.100ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην §6.101μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.
\n 即便是那人众领袖阿基琉斯,我们也未曾如此畏惧过他,\n 尽管人们称他是女神之子;而眼前此人狂暴\n 异常,无人能抗衡其威力。
§6.102ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν.
”\n 他这样说着,赫克托尔绝没有违背兄弟的话语。
§6.103αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, §6.104πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ §6.105ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.
\n 他立时全副武装从战车上跳落到地面,\n 挥舞着锐利的双枪,在军中各处往来奔走,\n 鼓动士兵交战,激发起惊人的斗志。
§6.106οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν· §6.107Ἀργεῖοι δʼ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο, §6.108φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος §6.109Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.
\n 于是特洛伊人转过身来,迎面抗击阿开亚人;\n 阿尔戈斯人随即退却,停止了杀戮,\n 以为是有某位神明从星光璀璨的天空降临\n 来援助特洛伊人,因见他们如此转过身来。
§6.110Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας· §6.111Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι §6.112ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, §6.113ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν §6.114εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι §6.115δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δʼ ἑκατόμβας.
\n 赫克托尔大声呼喊,对特洛伊人唤道:\n “高傲的特洛伊人,以及远道而来声名显赫的盟军\n 友爱之士们,挺起胸膛做个勇士,牢记炽热的斗志,\n 待我前往伊利昂,向参议的长老\n 和我们的妻子们说明,\n 让他们向神明祈祷,并许诺奉献百牲大祭。
§6.116ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ· §6.117ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν §6.118ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.
”\n 兜盔闪烁的赫克托尔说完这些话便离去了;\n 那黑色的皮革拍打着他的脚踝与脖颈,\n 即他那配有凸饰的圆盾最外围的边缘。
§6.119Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς §6.120ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.
\n 希波洛科斯之子格劳科斯与提丢斯之子\n 来到两军阵前交会,急欲交战。
§6.121οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντε, §6.122τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης· §6.123τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;
\n 当他们彼此走近、相互对峙时,\n 善于呐喊的迪奥墨得斯首先对他说:\n “在凡人之中,高贵的朋友啊,你究竟是谁?
§6.124οὐ μὲν γάρ ποτʼ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ §6.125τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων §6.126σῷ θάρσει, ὅ τʼ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·
\n 因为在给男人们带来荣耀的沙场上,我以前\n 从未见过你;而如今,你凭着自己的胆量,\n 竟然在所有人中远远凸显出来,等待我这长影森森的枪矛。
§6.127δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.
\n 只有不幸之人的子孙才会迎击我的威力。
§6.128εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας, §6.129οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.
\n 但如果你是天上的某位不死神明降临,\n 我可绝不愿与天上的神祇交战。
§6.130οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος §6.131δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν· §6.132ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας §6.133σεῦε κατʼ ἠγάθεον Νυσήϊον· αἳ δʼ ἅμα πᾶσαι §6.134θύσθλα χαμαὶ κατέχευαν ὑπʼ ἀνδροφόνοιο Λυκούργου §6.135θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς §6.136δύσεθʼ ἁλὸς κατὰ κῦμα, Θέτις δʼ ὑπεδέξατο κόλπῳ §6.137δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.
\n 因为即便是德律阿斯之子、强壮的吕库尔戈斯,\n 因与天上的神明争斗,也未能长命;\n 他曾将佯狂的狄奥尼索斯的众乳母\n 赶下神圣之山尼萨;她们所有人\n 在伤人的吕库尔戈斯的驱赶下,被牛鞭\n 抽打,将圣杖纷纷散落于地;狄奥尼索斯本人亦心惊胆战,\n 避入海浪深处,忒提斯用怀抱接纳了\n 惊惶失措的他;因为那汉子的呵斥让他浑身剧烈颤抖。 ”

词汇与语法注释

  1. 6.69μιμνέτω — 此第三人称单数命令式的发出的主语是前一行(§6.68)中的不定代词 `τις`。它延续了涅斯托尔的禁令,意为“(谁也别为了抢夺战利品而留在后方,)别让人为了带最多战利品回船而留在后面”。
  2. 6.73ἔνθά κεν ... εἰσανέβησαν ... εἰ μὴ ... εἶπε — 这是一个过去反事实条件句结构,主句(apodosis)中是带 `κε` 的直陈式过去时(`εἰσανέβησαν`),条件从句(protasis)中是 `εἰ μή` 加上直陈式过去时(`εἶπε`)。它表达了一个戏剧性的转折:“如果赫勒诺斯没有说话,特洛伊人本已逃回伊利昂”。
  3. 6.92θεῖναι — 不定式 `θεῖναι` 在此具有命令式的力量(即用作命令式的不定式),转达了赫勒诺斯给赫克托尔的指示,即他们的母亲赫卡柏应该做什么(将织物奉献在雅典娜的膝头)。
  4. 6.108κατελθέμεν — 这是由动词 `φάν`(“他们以为/说”)引导的“宾格加不定式”(Aci)结构。不定式 `κατελθέμεν`(荷马式不定式过去时)的逻辑主语是宾格的 `τινʼ`(`τινά`),意为“他们以为有某位不死神明降临了”。
  5. 6.126ὅ τʼ — 连接词 `ὅ te`(荷马式中相当于 `ὅτι`)在此用于表示原因(“因为”、“既然”),解释了前一行中迪奥墨得斯感到震惊的原因:“既然你竟敢等待我这长影森森的枪矛”。

引用这一段

荷马, 伊利亚特 §6.69-6.137. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:6.69-6.137

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。