§6.138τῷ μὲν ἔπειτʼ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες, §6.139καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδʼ ἄρʼ ἔτι δὴν §6.140ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·
其后,安享尊荣的神明们怨恨他,克罗诺斯之子使他双目失明;此后他没能长久存活,因为他为所有不朽的神明所憎恶。
§6.141οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.
我也不愿与福乐的神明交战。
§6.142εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν, §6.143ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.
但如果你是吃大地果实的凡人之一,且走近来,好让你更快地达到毁灭的终点。
希波洛科斯光辉的儿子接着回答他: “心胸宽广的提丢斯之子啊,你为何追问我的家世?
§6.146οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.
树叶的世代如何,人类的世代亦是如此。
§6.147φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη §6.148τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη· §6.149ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει.
有些树叶被风吹落于地,而繁茂的林木又生出新的,当春天降临时接续不断;人类的世代也是如此,一代诞生,一代消逝。
§6.150εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇς §6.151ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν· §6.152ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο, §6.153ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν, §6.154Σίσυφος Αἰολίδης· ὃ δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν, §6.155αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·
但如果你也想了解这些,以便确切知道我们的家世——许多人都是知晓的—— 在养马的阿耳戈斯深处,有一座城邦名叫埃甫拉,那里曾住着西绪福斯,他是凡人中最狡黠者,埃俄罗斯之子西绪福斯;他生了儿子格劳科斯,而格劳科斯生了完美无瑕的贝勒罗丰。
§6.156τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν §6.157ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ, §6.158ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν, §6.159Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.
神明赐予他美貌与迷人的男子气概;然而普罗伊托斯却在心中对他暗藏祸心,将他驱逐出国境,因为普罗伊托斯在阿耳戈斯人中势力要强大得多;因为宙斯已将他们征服在他的王权之下。
§6.160τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια §6.161κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι §6.162πεῖθʼ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.
普罗伊托斯的妻子,高贵的安泰娅,疯狂地渴望他,想要与他幽会私通;但她绝无法说服那心怀正直、聪慧睿智的贝勒罗丰。
§6.163ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα· §6.164τεθναίης ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην, §6.165ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.
于是她编造谎言,对普罗伊托斯国王说道: ‘普罗伊托斯啊,要么你去死,要么你杀掉贝勒罗丰,因他企图违背我的意愿,与我强行私通。
§6.166ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε· §6.167κτεῖναι μέν ῥʼ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ, §6.168πέμπε δέ μιν Λυκίην δέ, πόρεν δʼ ὅ γε σήματα λυγρὰ §6.169γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά, §6.170δεῖξαι δʼ ἠνώγειν ᾧ πενθερῷ ὄφρʼ ἀπόλοιτο.
’ 她这样说着,国王听闻此言勃然大怒;但他不愿亲手杀他,因在心中对此有所敬畏,于是打发他去吕基亚,交给他带去毁灭的记号,在折叠的木板上写下许多致人死命的話语,并嘱咐他将此呈给他的岳父,好让他命丧黄泉。
§6.171αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπʼ ἀμύμονι πομπῇ.
于是他在神明无瑕的护佑下前往吕基亚。
§6.172ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα, §6.173προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης· §6.174ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.
当他抵达吕基亚及流淌着的克桑托斯河时,辽阔的吕基亚国王诚心诚意地接待了他;设宴款待他九日,并宰杀了九头公牛。
§6.175ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς §6.176καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι §6.177ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.
但在第十天,当玫瑰色手指的黎明神女显现时,他便向他询问,要求看那记号,即他从女婿普罗伊托斯那里带来了什么信息。
§6.178αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ, §6.179πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε §6.180πεφνέμεν· ἣ δʼ ἄρʼ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων, §6.181πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα, §6.182δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο, §6.183καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.
当他收下女婿送来的恶毒记号后,他首先命令他去斩杀那不可战胜的喀迈拉;此怪乃神之子嗣,而非人类所生,前部是狮子,后部是蟒蛇,中部是山羊,喷吐着烈火般可怕的灼热气息,但他听信神明的启示,将此怪斩杀。
§6.184δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι· §6.185καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.
其次,他又与赫赫有名的索吕摩伊人交战;他称这确是他经历过的与凡人之间最惨烈的战斗。
§6.186τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.
第三次,他又斩杀了与男子匹敌的亚马逊女战士。
§6.187τῷ δʼ ἄρʼ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε· §6.188κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους §6.189εἷσε λόχον· τοὶ δʼ οὔ τι πάλιν οἶκον δὲ νέοντο· §6.190πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.
在他凯旋归来之际,国王又为他设下另一个阴险的圈套;他从辽阔的吕基亚精选出最强壮的壮士,设下伏兵;但他们无一人能重返家园;因为完美无瑕的贝勒罗丰将他们全数歼灭。
§6.191ἀλλʼ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα §6.192αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν, §6.193δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης· §6.194καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων §6.195καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο.
当国王终于明白他是神明的优秀后嗣时,便将他留在此地,把自己的女儿嫁给他,并将自己全部王室尊荣的一半分赐予他;吕基亚人也为他划分了一片超越他人的专属领地,那是兼有果园与耕地的美地,供他享用。
她为聪慧的贝勒罗丰生下三个儿女:伊散德罗斯、希波洛科斯和拉奥达美亚。
深谋远虑的宙斯曾与拉奥达美亚同床共枕,她便生下了神一般的、身披青铜盔甲的萨耳佩冬。