§6.1Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή· §6.2πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθʼ ἴθυσε μάχη πεδίοιο §6.3ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα §6.4μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.
特洛伊人与阿开亚人之间可怕的厮杀如今只剩下了他们自己;战火在平原上到处蔓延,忽东忽西,他们彼此对准了青铜装头的长枪,在西摩伊斯河与克桑托斯河的流澜之间。
§6.5Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν §6.6Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν, §6.7ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο §6.8υἱὸν Ἐϋσσώρου Ἀκάμαντʼ ἠΰν τε μέγαν τε.
特拉蒙之子埃阿斯,阿开亚人的屏障,首先突破了特洛伊人的方阵,给同伴们带来了生还的光芒,他击中了一个在色雷斯人中最为优秀的人,即埃乌索罗斯之子阿卡马斯,一个骁勇而魁梧的汉子。
§6.9τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, §6.10ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω §6.11αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.
埃阿斯首先击中了他那饰有浓密马鬃的头盔的护额,刺入了他的额头,青铜枪尖透入骨内,黑暗遮蔽了他的双眼。
§6.12Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης §6.13Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ §6.14ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι.
善于呐喊的迪奥墨得斯杀死了阿克叙洛斯,他是特乌特拉斯之子,居住在建设良好的阿里斯贝,家产殷实,深受人们喜爱。
§6.15πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.
因为他住在路旁的居所,热忱款待所有的过客。
§6.16ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον §6.17πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα §6.18αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων §6.19ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην.
然而,在那些人中,当时却没有一个站出来为他抵挡悲惨的毁灭,而是两人都被夺去了生命,既包括他自己,也包括他的侍从卡莱西奥斯,此人当时正是驾驭战车的御者;他们俩便一同遁入了大地。
§6.20Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε· §6.21βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη §6.22νηῒς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι.
欧律阿洛斯杀死了德雷索斯和奥斐尔提奥斯;接着他又去追击艾塞波斯和培达索斯,他们曾是水泽仙女阿巴尔巴雷阿为无瑕的布科利翁所生的双胞胎。
§6.23Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος §6.24πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ· §6.25ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ, §6.26ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.
布科利翁是显赫的拉奥墨冬的儿子,按辈分是长子,但他的母亲是秘密生下了他;在放牧羊群时,他与水泽仙女相爱并同床共枕,她怀了孕,生下了一对孪生子。
迈基斯丢斯之子夺去了他们的气力和光辉的肢体,并从他们的肩膀上剥下了盔甲。
§6.29Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης· §6.30Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν §6.31ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον.
坚守战阵的波吕波伊特斯杀死了阿斯提阿洛斯;奥德修斯用青铜长枪杀死了佩尔科特人皮迪特斯,特乌克罗斯则杀死了高贵的阿雷塔翁。
§6.32Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ §6.33Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων· §6.34ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας §6.35Πήδασον αἰπεινήν.
涅斯托尔之子安提洛科斯用闪亮的长枪杀死了阿布勒罗斯,人众之王阿伽门农则杀死了埃拉托斯;他曾居住在流澜秀美的萨特尼奥埃斯河畔,在陡峭的培达索斯。
Φύλακον δʼ ἕλε Λήϊτος ἥρως §6.36φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.
英雄雷伊托斯击中了正在逃跑的菲拉科斯;欧律皮洛斯则杀死了墨兰提奥斯。
§6.37Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος §6.38ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο §6.39ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα §6.40ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην §6.41πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο, §6.42αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη §6.43πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη §6.44Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.
接着,善于呐喊的梅涅劳斯生擒了阿德拉斯托斯;因为他的马匹在平原上惊慌乱窜,绊在了一棵柽柳的树枝上,折断了弯曲战车车辕的顶端,马儿自己则奔向了城邦,正如其他惊恐奔逃的人们那样,而他自己则从车座上滚落到车轮旁,面朝下趴在尘土里;这时立在他身旁的正是阿特柔斯之子梅涅劳斯,手执长影森森的枪矛。
§6.45Ἄδρηστος δʼ ἄρʼ ἔπειτα λαβὼν ἐλίσσετο γούνων· §6.46ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα· §6.47πολλὰ δʼ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται §6.48χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, §6.49τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα §6.50εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.
阿德拉斯托斯随即抱住他的双膝哀求道: “阿特柔斯之子啊,饶我一命,你将得到丰厚的赎金;在我富有的父亲家里,藏有许多财宝,既有青铜,也有黄金,还有精工锻铁,如果我父亲得知我还活着,被带到了阿开亚人的战船旁,他定会乐意奉上无数的赎金。
§6.51ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε· §6.52καὶ δή μιν τάχʼ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν §6.53δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλʼ Ἀγαμέμνων §6.54ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα· §6.55ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως §6.56ἀνδρῶν;
” 他这样说着,打动了对方胸中的心房;梅涅劳斯本已准备将他交给随从,带回阿开亚人的迅疾船队中;然而阿伽门农奔跑迎上前来,厉声高呼,开口说道: “温和的梅涅劳斯啊,你为何这样怜惜这些人?
ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον §6.57πρὸς Τρώων;
难道特洛伊人在你家里做了什么大恩大德的好事吗?
τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον §6.58χεῖράς θʼ ἡμετέρας, μηδʼ ὅν τινα γαστέρι μήτηρ §6.59κοῦρον ἐόντα φέροι, μηδʼ ὃς φύγοι, ἀλλʼ ἅμα πάντες §6.60Ἰλίου ἐξαπολοίατʼ ἀκήδεστοι καὶ ἄφαντοι.
愿他们谁也无法逃脱凄惨的毁亡与我们的大手,即便是母亲腹中尚未出世的男婴,也绝不能放过,而是所有人都从伊利昂彻底毁灭,无人哀悼,形影全无。
§6.61ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως §6.62αἴσιμα παρειπών· ὃ δʼ ἀπὸ ἕθεν ὤσατο χειρὶ §6.63ἥρωʼ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων §6.64οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, Ἀτρεΐδης δὲ §6.65λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.
” 英雄这样说着,用合宜的话语动摇了兄弟的心意;梅涅劳斯用手推开了英雄阿德拉斯托斯;随后,君王阿伽门农刺穿了他的肋腹;他便向后倒下,阿特柔斯之子则用脚踩住他的胸膛,拔出了梣木长枪。