§6.403Ἀστυάνακτʼ· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.
阿斯提阿纳克斯;因为唯有赫克托尔一人守护着伊利奥斯。
§6.404ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ· §6.405Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα, §6.406ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· §6.407δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδʼ ἐλεαίρεις §6.408παῖδά τε νηπίαχον καὶ ἔμʼ ἄμμορον, ἣ τάχα χήρη §6.409σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ §6.410πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη §6.411σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτʼ ἄλλη §6.412ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς §6.413ἀλλʼ ἄχεʼ· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.
于是,他默默地看着孩子,露出了微笑;而安德罗玛克则流着泪紧挨着他站立,紧紧握住他的手,开口说话,唤着他的名字说道: “不幸的人啊,你的勇猛将会毁灭你,你竟不怜悯幼弱的孩子和我不幸的自己,我很快就要失去你而成为寡妇;因为阿开亚人很快就会群起而攻,将你杀害;若是失去了你,对我来说遁入大地之下反而更好;因为我已没有别的慰藉,一旦你迎来了你的命运,唯有痛苦;我也没有父亲和尊贵的母亲。
§6.414ἤτοι γὰρ πατέρʼ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς, §6.415ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν §6.416Θήβην ὑψίπυλον· κατὰ δʼ ἔκτανεν Ἠετίωνα, §6.417οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ, §6.418ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν §6.419ἠδʼ ἐπὶ σῆμʼ ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν §6.420νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.
因为我的父亲为高贵的阿喀琉斯所杀,他彻底毁灭了基利基亚人那座居民众多的城邦、高耸城门的忒拜;他杀死了埃提翁,但并未剥夺其铠甲,因为他心中对此存有敬畏,而是将他与雕刻精美的战甲一同火葬,并在其上筑起坟塚;周围则由盾牌主宰宙斯之女——山林宁芙们植下了榆树。
§6.421οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν §6.422οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω· §6.423πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς §6.424βουσὶν ἐπʼ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.
殿中我曾有七位兄弟,他们都在同一天走入了哈得斯的冥府;因为捷足的高贵阿喀琉斯杀死了他们所有人,就在那曳步的牛群和洁白的羊群身旁。
§6.425μητέρα δʼ, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ, §6.426τὴν ἐπεὶ ἂρ δεῦρʼ ἤγαγʼ ἅμʼ ἄλλοισι κτεάτεσσιν, §6.427ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσιʼ ἄποινα, §6.428πατρὸς δʼ ἐν μεγάροισι βάλʼ Ἄρτεμις ἰοχέαιρα.
至于我的母亲,曾在林木茂密的普拉科斯山下为王,阿喀琉斯将她随同其他战利品一同带到此地后,在收下无数的赎金后,他又将她释放;然而在她父亲的殿中,喜弄弓矢的阿尔特弥斯将她射倒。
§6.429Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ §6.430ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης·
赫克托尔,然而对我而言,你就是父亲、尊贵的母亲,也是我的兄弟,你更是我年轻健壮的夫君。
§6.431ἀλλʼ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμνʼ ἐπὶ πύργῳ, §6.432μὴ παῖδʼ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·
来吧,现在请怜悯我,留在塔楼之上,莫让孩子成为孤儿,莫让妻子成为寡妇。
§6.433λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα §6.434ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.
且把军队布置在野无花果树旁,那里易于登城,且城墙极易被攻破。
§6.435τρὶς γὰρ τῇ γʼ ἐλθόντες ἐπειρήσανθʼ οἱ ἄριστοι §6.436ἀμφʼ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα §6.437ἠδʼ ἀμφʼ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·
因为他们的最强者已三次来到此处尝试进攻,在两位埃阿斯和名声显赫的伊多墨纽斯身边的人,以及阿特柔斯诸子和蒂丢斯强悍的儿子身边的人。
想必是某个深明神谕之人向他们透露,或是他们自己的心志也在催促和命令他们。
§6.440τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· §6.441ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλʼ αἰνῶς §6.442αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους, §6.443αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·
” 于是,头盔闪亮的伟大赫克托尔回答她说: “妻子啊,这一切也同样萦绕在我的心头;但我极其羞愧于面对特洛伊男子和身穿曳地长袍的特洛伊妇女,若是我像个懦夫一般躲避战争。
§6.444οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς §6.445αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι §6.446ἀρνύμενος πατρός τε μέγα κλέος ἠδʼ ἐμὸν αὐτοῦ.
我的心志也不容许我如此,因为我已学会了时刻保持英勇,在特洛伊人的前列战斗,为父辈争光,也为我自己赢得伟大的名声。
§6.447εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν· §6.448ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ §6.449καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
因为我在心中和灵魂里深知这一点:终有一天,神圣的伊利奥斯必将毁灭,普里阿摩斯以及善用梣木枪的普里阿摩斯的子民也必将灭亡。
§6.450ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω, §6.451οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος §6.452οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ §6.453ἐν κονίῃσι πέσοιεν ὑπʼ ἀνδράσι δυσμενέεσσιν, §6.454ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων §6.455δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·
然而,未来特洛伊人的痛苦并不那么令我挂怀,无论是赫卡柏本人的,还是普里阿摩斯国王的,抑或是我那些兄弟们的——他们人数众多且英勇无畏,必将在敌人的手下纷纷倒在尘土之中—— 却都比不上你的痛苦,届时某个身披青铜甲的阿开亚人夺走你的自由之日,将泪流满面的你带走。
§6.456καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις, §6.457καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης §6.458πόλλʼ ἀεκαζομένη, κρατερὴ δʼ ἐπικείσετʼ ἀνάγκη·
那时你将在阿耳戈斯,听从他人的吩咐织布,还要从梅塞伊斯或许珀里亚泉汲水,极其违背自己的心愿,但沉重的迫切(命运)必将压在你身上。
§6.459καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν· §6.460Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι §6.461Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.
终有一天,某个人看着流泪的你,会这样说道: ‘这就是赫克托尔的妻子,他在战火纷飞的马匹驯服者特洛伊人中,是最骁勇善战的。