Humanitext Reader

ホメロス · イリアス §6.466-6.529

ヘクトルの子への祈りとパリスとの戦場への復帰

57 / 226 箇所 · ギリシア語

要旨

ヘクトルは兜を恐れる我が子をあやし、兜を脱いで子の輝かしい将来を神々に祈る。妻アンドロマケに家に戻るよう言い含めて別れた後、武装して駆けつけた弟パリスと合流し、共に戦場へと向かう。

§6.466ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·
こう言って、輝かしいヘクトルは我が子に両手を伸ばした。
§6.467ἂψ δʼ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης §6.468ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς
すると子供は、美しく帯を締めた乳母の胸へと、泣き叫びながら、愛する父親の姿に怯えてのけぞった。
§6.469ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην, §6.470δεινὸν ἀπʼ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.
青銅と、馬のたてがみの兜飾りを恐れて、それが兜のてっぺんから恐ろしく揺れているのに気づいて。
§6.471ἐκ δʼ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·
愛する父親と尊い母親は思わず笑い出した。
§6.472αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ, §6.473καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·
すぐに輝かしいヘクトルは頭から兜を脱ぎ、それを、さんざめくほどに光り輝く兜を、地面の上に置いた。
§6.474αὐτὰρ ὅ γʼ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν §6.475εἶπε δʼ ἐπευξάμενος Διί τʼ ἄλλοισίν τε θεοῖσι·
そして彼は愛する息子に口づけし、両手で抱き上げて揺すったあと、ゼウスと他の神々に祈って言った。
§6.476Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι §6.477παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν, §6.478ὧδε βίην τʼ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·
「ゼウスよ、そして他の神々よ、どうかこの私の子供も、私と同じように、トロイア人の中でひときわ優れた者となり、このように力強く優れた者として、力強くイリオスを支配させてください。
§6.479καί ποτέ τις εἴποι πατρός γʼ ὅδε πολλὸν ἀμείνων §6.480ἐκ πολέμου ἀνιόντα·
そしていつか誰かが『この者は父親よりもはるかに優れている』と言いますように、彼が戦いから戻ってくる時に。
φέροι δʼ ἔναρα βροτόεντα §6.481κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.
そして彼が、敵を討ち倒して、血に染まった武具を持ち帰り、母親が心の中で喜びますように。
§6.482ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε §6.483παῖδʼ ἑόν·
」こう言って、彼は愛する妻の手に我が子を委ねた。
ἣ δʼ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ §6.484δακρυόεν γελάσασα·
すると彼女は、香高い胸に我が子を抱き入れ、涙を浮かべながら微笑んだ。
πόσις δʼ ἐλέησε νοήσας, §6.485χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
夫はそれに気づいて憐れに思い、手で彼女をなでて、言葉をかけ、名を呼んで言った。
§6.486δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ·
「いしい人よ、私のために心の中で過度に悲しまないでおくれ。
§6.487οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·
定められた運命を超えて、私を冥府へと送り去る者などいないのだから。
§6.488μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
いかなる人間も、運命から逃れた者はいないと私は思う。
§6.489οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.
卑怯者であれ、勇敢な者であれ、一度この世に生を受けたからは。
§6.490ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε §6.491ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
さあ、家に戻って、お前自身の仕事に励みなさい、織機や紡ぎ糸の仕事に。
§6.492ἔργον ἐποίχεσθαι·
そして侍女たちには、仕事に精を出すよう命じなさい。
πόλεμος δʼ ἄνδρεσσι μελήσει §6.493πᾶσι, μάλιστα δʼ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.
戦いは、男たちの務めなのだ、すべての、そして何よりもイリオスに生まれたこの私にとっての。
§6.494ὣς ἄρα φωνήσας κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ §6.495ἵππουριν·
」こう語って、輝かしいヘクトルは馬の尾の房のついた兜を手にした。
ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει §6.496ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.
そして愛する妻は、何度も後ろを振り返りながら、大粒の涙を流して家へと向かった。
§6.497αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας §6.498Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δʼ ἔνδοθι πολλὰς
そして彼女は、すぐに、人殺しのヘクトルの、住み心地のよい館に到着した。
§6.499ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.
そして、館の中に多くの侍女たちを見出し、彼女たち全員に哀哭を引き起こした。
§6.500αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ·
彼女たちは、まだ生きているヘクトルのために、彼の館の中で泣き悲しんだ。
§6.501οὐ γάρ μιν ἔτʼ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο §6.502ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.
なぜなら、彼が再び戦いから戻ってくるとは、もう思わなかったからである、アカイア人たちの怒りと手から逃れて。
§6.503οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,
パリスもまた、高い屋根の館に長居はしなかった。
§6.504ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ, §6.505σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.
彼は、青銅がちりばめられた名高い武具を身にまとうと、すぐさま自分の俊足に信頼を置いて、都の中を急ぎ走った。
§6.506ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ §6.507δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων §6.508εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο §6.509κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται §6.510ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς §6.511ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·
それはちょうど、飼い葉桶のそばで大麦をたっぷり食べていた、繋がれた馬が、繋ぎ縄を断ち切って、蹄の音を響かせながら平原を駆け、流れ豊かな川で身を洗うのが常であって、意気揚々と頭を高く上げ、たてがみが肩のあたりでなびき、彼が自身の美しさに誇りを持ちながら、その膝が、馬たちのいつもの遊び場や牧草地へと、軽快に彼を運んでいくようなもの。
§6.512ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης §6.513τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει §6.514καγχαλόων, ταχέες δὲ πόδες φέρον·
そのように、プリアモスの息子パリスは、ペルガモスの砦から、陽光のように武具をさんざめくほどに光り輝かせながら、高笑いしつつ歩みを進め、俊足が彼を運んだ。
αἶψα δʼ ἔπειτα §6.515Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε §6.516στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.
そしてすぐに、ちょうど妻と語らっていた場所から、まさに引き返そうとしていた、気高き兄ヘクトルに出会った。
§6.517τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·
神に似たアレクサンドロスが、先に彼に語りかけた。
§6.518ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω
「兄上、先を急ぐあなたを引き留め、遅れてしまったでしょうか。
§6.519δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;
お命じになった通りに、時間通りに参りませんでしたか。
§6.520τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·
」これに対して、兜きらめくヘクトルが答えて言った。
§6.521δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη
「お前よ、道理をわきまえた男なら誰であっても、お前の戦いぶりを蔑むことはないだろう。
§6.522ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·
お前が勇敢であるのだから。
§6.523ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις·
しかし、お前は故意に怠け、戦おうとしない。
τὸ δʼ ἐμὸν κῆρ §6.524ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω
それゆえ、私の心は魂の中で痛むのだ、お前のために、トロイア人たちから非難を聞くたびに。
§6.525πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.
彼らはお前のために多大な苦労をしているのだ。
§6.526ἀλλʼ ἴομεν·
さあ、行こう。
τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς
これら(不満)のことは、のちのち和解しよう。
§6.527δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι §6.528κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν §6.529ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.
もしゼウスがいつか、天上に住む永遠の神々に、自由を祝うミキシングボウルを、館の中に備えさせることを許してくださるなら、トロイアの地から、脛当をつけたアカイア人たちを追い払ったあとに。 」

語釈・文法注

  1. §6.468ὄψιν ἀτυχθείς — ὄψιν(姿、外見)は、受動態分詞 ἀτυχθείς(驚き怯えて、のけぞって)に伴う「関係の対格」(敬意の対格)として機能している。父親の兜や全体の「外見によって」怯えたことを示す。
  2. §6.489ἐπὴν τὰ πρῶτα γένηται — ἐπὴν(ἐπεί + ἄν)は接続法 γένηται を伴い、「ひとたび〜となれば、一度〜するやいなや」を表す時間副詞節を形成する。τὰ πρῶτα は副詞的に「最初に、初めて」の意で用いられており、全体として「ひとたびこの世に生まれ出たならば」という意味を形成する。
  3. §6.506ὡς δʼ ὅτε τις στατὸς ἵππος — パリスの俊敏な動きを脱走する駿馬に喩える、ホメロス特有の長大な直喩の導入部。接続法 θείῃ、分詞 κροαίνων、直説法 ἔχει, ἀΐσσονται, φέρει など、動詞の形式が多彩に変化しながら、繋ぎを断ち切って奔る馬の躍動的な一連の動作を描写している。
  4. §6.521οὐκ ἄν τίς τοι ἀνὴρ ... ἔργον ἀτιμήσειε — 小辞 ἄν + 希求法 ἀτιμήσειε は潜在希求表現(「蔑むことはないだろう」)を形成する。それに続く関係節 ὃς ἐναίσιμος εἴη(道理をわきまえた者なら誰であっても)の中でも、主節の潜在的ニュアンスに牽引されて希求法 εἴη が用いられている。

この箇所を引用する

ホメロス, イリアス §6.466-6.529. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:6.466-6.529

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。